211
Εὐπήληκοσ. καλὴν περικεφαλαίαν ἐχούσης. Εὐποτμία. εὐτυχία. ζηλῶ τοῦτον τῆς εὐποτμίας. ο ἐστι τοῦ καλοῦ θανάτου. πότμος γὰρ ὁ θάνατος. †Εὐπάτειραν. πατέρα καλὸν εχουσαν.† Εὐπλόκαμοσ. καλλίπλοκος. Εὐπερίστατον. τὴν εὐκόλως περιτρεπομένην. Εὐπραγία. ἡ εὐτυχία. Εὐπραξία. εὐημερία, εὐτυχία. ὁ δὲ ̓Οζίας ωλισθεν ἐπ' εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα. epsilon.911 Εὐρυπρωκτίαν. μαλακίαν. ̓Αριστοφάνης· τὴν εὐρυπρωκτίαν σοι ἐναποψήσεται. ο ἐστιν ἀπομάξει. Εὐρυοδείασ. μέγα τὸ ειδος ἐχούσης, ο ἐστιν εδρασμα. εστι δὲ, ὡς λέγει ὁ Ωρος ὁ Μιλήσιος, ἐπίθετον τῆς γῆς. ἡ εὐθεῖα εὐρυοδεία, παροξυτόνως, ἡ μεγάλη καὶ πλατεῖα αμφοδος. ως τῶν ωρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης. τινὲς εὐρυόδεια λέγουσι προπαροξυτόνως. Εὑρεσιεπίαισ. λογοποιΐαις. Εὐρώπη. χώρα, ἐξ ης καὶ ὁ ̓Οδυσσεύς. Εὐστάθεια. παγιότης. Εὐσθενείασ. δυνάμεως. Εὐσέβεια. δικαιοσύνη περὶ τὸ θεῖον. ἀσέβεια δὲ τὸ ἐναντίον. Ευσκαρθμοι νῆεσ. εὐκίνητοι, ταχεῖαι. η ταχύποδες. σκαρθμὸς γὰρ ὁ ποῦς. Εὐσέλμου. καλὰς καθέδρας ἐχούσης. epsilon.912 Εὐστιβῆ. τετριμμένην. εὐστιβῆ ὁδὸν πορευόμενοι. στίβος γὰρ ἡ ὁδός. Εὐσήμῳ. ἀγαθῇ, καλῇ. ἐν εὐσήμῳ ἡμέρᾳ. Ευστολον. ευκοσμον. ὁ δὲ προῆγε ποιήσας ευστολον τὴν ἀκολουθίαν. Ευσοια. εὐσθένεια. ζῶντά τ' εὐσοίας χάριν. Ευστρα. τὸ βαδιστήριον, η φλογίστρα. ̓Αριστοφάνης· ἐν ταῖσιν ευστραις κονδύλοις ἡρμοττόμην. ἀντὶ τοῦ ἐπαιδευόμην ἀπὸ τῆς μουσικῆς. Εὐτραπελία. κουφότης, μωρολογία. Εὐτρόχαλον. περιφερῆ. ειναι δὲ τὴν ἀσπίδα μικρὰν καὶ εὐτρόχαλον. Εὐοιώνιστον. ευφημον, καλὰ προσημαίνουσαν. Εὐφορία. ἡ εὐκαρπία. ἐφορεία δὲ ἡ ἐπιτήρησις, δίφθογγον. Εὐφυΐα. ἀγαθὴ ἀρετή. ἐν φύσει πρὸς τάχος μαθήσεως. Εὐφροσύνη. ἀφορισμὸς λύπης ἐν ἐπιδημίᾳ καλῶν. epsilon.913 Εὐφρόνη. ἡ νύξ. παρὰ τὸ εὐφρονεῖν ἡμᾶς ἐν αὐτῇ· καὶ γὰρ ὁ λογισμὸς, οτε ἀσχολεῖται, κριτὴς γίνεται τῶν πραγμάτων· η παρὰ τὸ εὐφραίνειν τὸ σῶμα διὰ τῆς ἀναπαύσεως. παρώνυμόν ἐστιν. ωσπερ γὰρ παρὰ τὸ ἀνακὸς γίνεται ἀνάγκη πλεονασμῷ τοῦ ˉγ, καὶ ἀμύμονος, ἀμυμόνη καὶ ἀμυμώνη διὰ τοῦ ˉω, ουτως καὶ παρὰ τὸ ευφρων, ευφρονος, εὐφρόνη. Εὐχαί. αἱ ὑποσχέσεις. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω. Εὐχή. ἐπαγγελία καὶ ὑπόσχεσις, ὡς ἐξ ἀνθρώπου θεοῦ ἀφιερουμένη· η σύστασις δώρου πρὸς θεὸν, ἡ παρὰ τῶν δούλων αὐτοῦ γινομένη ἑκούσιος. εὐχὴ ἡ τοῦ ευ εχειν αιτησις. Εὐχαριστία, δέησις καὶ προσευχὴ διαφέρει. οις γὰρ ετι ἐνδεῖ τινὰ, τοῦτό ἐστιν ἡ δέησις. οταν δὲ τὸ ἀξίωμα τοῦ θεοῦ νοήσας αἰτῶ τι αὐτοῦ, τότε προσεύχομαι. οτε δὲ φίλος ἐπὶ πλέον γένωμαι, τότε εὐχαριστῶ. φησὶ καὶ ὁ μακάριος Παῦλος· πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων. Εὐχέρεια. εὐκολία, συντομία, ἐπιδεξιότης. Εὐχειρία. ἡ διὰ χειρῶν εὐκινησία. οἱ δὲ Μακεδόνες ταῖς εὐχειρίαις πολλοὶ περιῆσαν. Εὐχρηστία. ἡ καλὴ χρῆσις. Εὐχωλή. εὐχὴ η καύχημα. παρὰ τὸ ευχω εὐχωλή. κατ' εκτασιν τῆς συλλαβῆς. καὶ εμεινε τὸ χω, μέγα, ὡς παύσω, παυσωλή. κὰδ δέ κεν εὐχωλὴν Πριάμου- σημαίνει δὲ τὴν καύχησιν. epsilon.914 Εὐωδία. ἡ μυρωδία. εὐοδία δὲ ἡ καλὴ ὁδὸς, μικρόν. Εὐώνυμοσ. κατ' εὐφημισμὸν τὴν ἀριστερὰν καλουμένην, τὴν οὐκ ουσαν ἀρίστην, ἀλλὰ τῇ ἑτέρᾳ ὑπηρετοῦσαν. παρὰ τὸ αριστος ἀριστερὸς, ὡς φόβος, φοβερός. Εὐωχία. παρὰ τὸ ευ εχειν, οτι ἐπὶ τὰς τῶν θεῶν παραγίνεται τιμάς. βέλτιον δὲ ἀπὸ τοῦ τῶν τροφῶν ἡμῖν ευ εχειν. καὶ γὰρ ἡ παροχὴ, οτι πολλὴ ὀχὴ πρόκειται. Εὐκηλήτειρα. ἡσυχάστρια. Εὐδοκίαν τὴν ἐπ' εὐεργεσίαν βούλησιν εθος τῇ θείᾳ καλεῖν γραφῇ. ὁ ̓Απόστολος· κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ. εὐδοκία γὰρ ἡ σφοδρὰ ἐπιθυμία. ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας. Εὐθυμία. ἡ εὐψυχία. ὁ ̓Απόστολος· ινα κᾀγὼ εὐψυχῶ, γνούς. (Οὐδέτερον.) Εὐάγωγον. εὐχερές. καλῶς ἀναγόμενον. η εὐθήρατον η ευληπτον. Εὐαγέσ. ἁγνόν. εὐσεβές· οσιον· θειότατον. γένους δὲ ην εὐαγοῦς. Εὐαγγέλιον. τὸ τὰ κάλλιστα ἀπαγγέλλον. τὸ ἀγαθὰς ἀγγελίας φέρον. παρὰ τὸ ευ μόριον καὶ τὸ ἀγγελία. Εὐαφέσ. εὐμάλακτον. εὐψηλάφητον.