211
δούλους σου." Μὴ ἐπὶ πλεῖστον, ∆έσποτα, παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκε τείαν, καὶ φιλανθρωπίας τοὺς σοὺς ἀξίωσον δούλους. ιδʹ. "Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν." Ὁ χρόνος ἐνήλλακται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γὰρ Ἀκύλας καὶ οἱἄλλοι οὕτως εἰρήκασιν, Ἔμπλησον ἡμᾶς ἐν πρωΐᾳ ἐλέους σου, καὶ αἰνέσομεν, καὶ εὐφραν θησόμεθα ἐν πάσαις ἡμέραις ἡμῶν. Πρωΐαν καὶ ὄρθρον καλοῦσι τῶν συμφορῶν τὴν μεταβο λήν· καὶ ἱκετεύουσιν ἐκεῖνο μὲν σκεδασθῆναι τὸ σκότος, ἀνατεῖλαι δὲ αὐτοῖς φῶς, οὐ διὰ τὴν οἰ κείαν ἀρετὴν, ἀλλὰ διὰ τὸν θεῖον ἔλεον. Τούτου γὰρ, φησὶν, ἐσομένου, πάσης θυμηδίας ἐμφορηθέντες, τὴν προσήκουσαν ὑμνῳδίαν προσοίσομεν. ιεʹ. "Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπεί νωσας ἡμᾶς· ἐτῶν, ὧν εἴδομεν κακά." Καὶ ἐνταῦθα ὁμοίως ὁ χρόνος ἐνήλλακται. Ὁ Σύμμαχος γὰρ καὶ οἱ λοιποὶ, Εὔφρανον ἡμᾶς, εἰρήκασι. Παράσχου, φησὶν, εὐθυμίαν ἀντὶ τῆς ἀθυμίας, καὶ χάρισαι τῆς ἐπικειμένης ἡμῖν δυσκληρίας μεταβολήν. ιʹ. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου. Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐχ ὡς γεγενη μένα ταῦτα εἰρήκασιν, ἀλλ' ὡς ἐσόμενα. Οὐ γὰρ εἶπον, "Εἶδες ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου." Σὰ γὰρ, φησὶν, ἡμεῖς ποιήματα, καὶ τῆς σῆς ὑπάρχομεν δεσποτείας οἰκέται· διὸ τῆς σῆς προνοίας ἀντιβολοῦμεν τυχεῖν. Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν." Τουτέστι τοὺς δούλους σου· οἵ τε γὰρ ἐν Βαβυλῶνι τὴν ἱκετείαν προσφέ ροντες ἀντιβολοῦσι τὸν Θεὸν τῶν τετελευτηκότων 80.1608 αὐτοῦ δούλων ἐπαναγαγεῖν τοὺς υἱοὺς, καὶ ἡ ἀν θρωπεία φύσις ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν πα ρακαλεῖ τοὺς εὑρισκομένους ἀνθρώπους ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ. ιζʹ. "Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς." [Λαμπρότητα τὴν ἐνανθρώ πησιν τοῦ Θεοῦ Λόγου καλεῖ· τότε γὰρ] καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπέφηνε τῆς θεογνωσίας τὸ φῶς. [Περὶ γὰρ τούτου ὁ τῆς βροντῆς υἱὸς ἔφησε· "Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει."] Καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. "Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύ θυνον ἐφ' ἡμᾶς· καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον." Καλὴ τοῦ, ἐφ' ἡμᾶς, ἡ προσ θήκη. Ἡμέτερον γὰρ τῆς δικαιοσύνης τὸ κέρδος· καὶ ὁ μὲν Θεὸς συνεργεῖ τοῖς τῆς ἀρετῆς ἐρασταῖς, καὶ τὰ ταύτης συγκατορθοῖ, τὸν δὲ τούτων καρπὸν οἱ σπείροντες δρέπονται. Ὁ γὰρ Θεὸς ἀνεν δεής· χαίρει δὲ ὅμως τῇ τῶν ἀνθρώπων εὐκληρίᾳ τε καὶ εὐπραξίᾳ, [ὅτ' ἂν ὅλους ἑαυτοὺς αὐτῷ θυσίαν προσκομίζωσι· καθάπερ Παῦλος ἐκπαιδεύει· "Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ἀμήν.]
ΕΡΜΗΝ. ΤΟΥ ςʹ. ΨΑΛΜΟΥ. "Αἶνος ᾠδῆς τῷ ∆αβὶδ, ἀνεπίγραφος παρ' Ἑβραίοις." Ἀνεπίγραφος μὲν ὁ
ψαλμὸς, διδάσκει δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον. Ὁ γὰρ μακάριος ∆αβὶδ πνευματικοῖς ὀφθαλμοῖς τὰ κατὰ τὸν μακάριον Ἐζεκίαν πόῤῥωθεν θεασάμενος, καὶ ἰδὼν ὅπως εἰς Θεὸν ἐλπίσας τὴν Ἀσσυρίων κατέλυσε στρατείαν, τοῦτον εἴρηκε τὸν ψαλμὸν, πάντας διδάσκων ἀνθρώπους, ὅσην ἀγαθῶν ἔχει φορὰν τὸ πεποιθέναι Θεῷ, [ἣν ἕκαστος διὰ ταύ της ποδηγούμενος τῆς ᾠδῆς τὸν ἑαυτοῦ βίον ἀσφα λιζόμενος καὶ τὴν ἑαυτοῦ πεποίθησιν ἔχων πρὸς τὸν Σωτῆρα ἀντιβολεῖ]. αʹ. "Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται." Ὁ τῇ θείᾳ, φησὶ, κηδεμονίᾳ θαῤῥῶν, τῆς παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ φυλακῆς ἀπολαύσεται, καὶ τοῦτον ἕξει περίβολον ὀχυρὸν, καὶ ἀσφάλειαν ἄσυλον. [Ὅτε δὲ φορέσειε τὸν θυρεὸν τοῦτον καὶ ὑπ' αὐτοῦ βοη θούμενος ἄτρωτος φυλαχθείη, τότε ἐρεῖ.] βʹ. "Ἐρεῖ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' 80.1609 αὐτόν." Βεβαίαν γὰρ ἔχων τὴν εἰς αὐτὸν ἐλπίδα, καὶ προστάτην καλέσει, καὶ κηδεμόνα, καὶ περί βολον ἀκατάλυτον. γʹ. "Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευ