211
ἵνα ἐπιτυχὼν αὐτοῦ κληρονομήσῃς βασιλείαν οὐρανῶν. βοήθει, καθὼς καὶ προέγραψά σοι, εἴ τις τῶν ἀδελφῶν κακοτροπεῖ, γράφων αὐτῷ ἢ καὶ ἀπιὼν πρὸς αὐτόν. ὁ Ἀκάκιος, ὁ κατὰ σάρκα ἀνεψιός σου, μετὰ τῶν ὑπηρετούντων μοί ἐστι καὶ ἔγραψέν μοι· ὁ γὰρ οἰκονόμος συνελήφθη. Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. τοὺς σὺν σοὶ ἀσπάζομαι. ὁ Κύριος μετὰ σοῦ. 343 {1Εὐθυμίῳ τέκνῳ}1 Χαῖρε ἐν Κυρίῳ, καλὲ Εὐθύμιε· ἠξίωμαι καὶ αὖθίς σε ἰδεῖν διὰ τοῦ γράμματος, ὁμοῦ δὲ καὶ περιπτύξασθαι ὡς ὀφθαλμόν μου, ὡς σπλάγχνον μου, ὡς υἱὸν φωτός, ὡς ὁμολογητὴν Χριστοῦ. εἰ δὲ ὅτι βραδύ, διηγεῖται ὁ γραμματηφόρος τὰς αἰτίας. ἔτι οὖν καιρὸς ὑπομονῆς. διὸ μακροθυμήσωμεν, ἀδελφέ, ἵνα τὰς ἐπαγγελίας τοῦ θεοῦ κομισώμεθα, βιοῦντες εὐσχημόνως εἰς δόξαν θεοῦ διὰ πάσης φυλακῆς τῶν ἐντολῶν αὐτοῦ. Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζοιμι. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ. 344 {1Ἐφραὶμ τέκνῳ}1 Χάρις σοι παρὰ Κυρίου, τέκνον Ἐφραίμ· ἰδοὺ καὶ πάλιν ὁρῶ σε τῷ γράμματι. πῶς ἔχεις; πῶς ἡ ὑπομονή; πῶς ἡ ἐργασία; οἶδα ὅτι καλῶς, ἐπείπερ διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός. ἐβράδυνα ἐπισκέψασθαι, ἀλλὰ τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί. ὑπομένων ὑπόμεινον τὸν Κύριον, διαβιβάζων διαβίβαζε πᾶσαν ἡμέραν ὡς στρατιώτης Χριστοῦ, καθαίρων λογισμούς, φωτίζων τὴν ψυχὴν τῇ μνήμῃ θεοῦ καὶ τῶν αἰωνίων ἀγαθῶν. ὁ κόσμος ὄναρ, ἡ ἀρετὴ ζῶσα· ταύτην διώξωμεν, ἵνα δοξασθῇ ὁ θεὸς ἐν ἡμῖν καὶ σωθῶμεν ἡμεῖς. Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ. 345 {1Ἀφροδισίῳ τέκνῳ}1 Εὖγε, τέκνον μου Ἀφροδίσιε, εὖγε, τέκνον μου ἠγαπημένον· εἰρήνη σοι ἐν Κυρίῳ, ἐν ᾧ ἡ ἐλπίς σου, δι' οὗ ἡ ἐξορία καὶ ὁ περιορισμός. πῶς δή, καλῶς ἔχεις; ὑπομένων ὑπομένεις τὸν Κύριον; καί γε προσσχοίη σοι καὶ εἰσακούσοι τῆς δεήσεώς σου, φυλάττων καὶ σκέπων σε ὡς κόρην ὀφθαλμοῦ. Ὅτι βραδεῖα ἡ ἐπίσκεψις, ἀπαγγελεῖ ὁ ἀδελφός. ἔτι στῆθι, ἔτι μακροθύμησον, ἔτι δεήθητι, ἐγγιεῖ Κύριος, ταχυνεῖ τοῦ ἐπισκέψα σθαι τὸν λαὸν αὐτοῦ. μόνον ἡμεῖς φόβῳ καὶ τρόμῳ δουλεύσωμεν αὐτῷ. δεῖξον ἑαυτὸν τοῖς ὁρῶσί σε καὶ ἀκούουσιν ἄγγελον ἐν σώματι, φωστῆρα θεοφανῆ, ἵνα δοξάζηται διὰ σοῦ ὁ θεός. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. προσαγορεύει ὁ σὺν ἐμοὶ ἀδελφός. ὁ Κύριος μετὰ σοῦ. 346 {1Ὑπερεχίῳ τέκνῳ}1 Εὖγε, εὖγε, Ὑπερέχιε τέκνον μου· φέρε, φέρε τὸν χαλεπὸν καιρόν, τὴν ἐξορίαν, τὴν κάκωσιν. διατί βραδεῖα ἡ ἐπισκοπή, διδάξουσίν σε οἱ ἀδελφοί· πλὴν ἐγὼ καὶ ἄλλην σοι ἐπιστολὴν ἔπεμψα, ἐν ᾗ ἔδωκά σοι τὴν συγχώρησιν, καὶ νῦν ὁ θεὸς συγχωρήσει σοι καὶ ἐκεῖνο καὶ πάντα. Ἀπόθες τὴν λύπην· πᾶς πατὴρ καὶ παιδεύει καὶ πάλιν παρακαλεῖ, καὶ ὁ ἀπαίδευτος καὶ ἀνεπιτίμητος ἄχρηστος. σὺ οὖν γίνοιο χρηστός, δόκιμος, καθὼς καὶ ἔπαθες ὑπὲρ Χριστοῦ. βλέπε, τέκνον, σεαυτὸν πῶς καθέζῃ, πῶς διαζῇς, φύγε τὰς τῶν πτωμάτων ἀφορμὰς καὶ τοὺς τρόπους καὶ τοὺς τόπους, ἵνα σῴζῃ ὡς υἱὸς φωτός. ὑπόμεινον ἔτι. προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. προσαγορεύει σε ὁ σὺν ἐμοί. ὁ Κύριος μετὰ σοῦ. 347 {1Ἀμμωνᾷ τέκνῳ}1 Καλὲ Ἀμμωνᾶ, χαῖρε χαρᾷ μεγάλῃ, ὅτι διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός σου. ἰδοὺ καὶ πάλιν γράφω, εἰ δὲ ὅτι βράδιον, ἀπαγγελοῦσιν τὴν αἰτίαν οἱ ἀδελφοί. πλὴν ὅτι ἀεὶ βλέπω σε τῷ πνεύματι καὶ προσεύχομαι ἵνα σῴζῃ· τοῦτο καὶ αὐτὸς ποίει ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. μόνος εἶ ἆρα ἢ μετὰ τοῦ ἀδελφοῦ; ἀγαπῶ αὐτὸν εἶναι μετὰ σοῦ, ἐπειδὴ ὡς σὺ κἀκεῖνος, τέκνον μου. μανθάνω ὅτι καλῶς καθέζῃ καὶ ἀναστρέφῃ, καὶ χαίρω. καί γε οὕτως ἔσο ἐπὶ πλέον εἰς ὑπόδειγμα καλὸν τοῖς ἀδελφοῖς σου· λάμπειν γὰρ δεῖ τὸ ἔργον ἡμῶν τοῖς πᾶσιν ὡς χριστομαρτύρων εἰς δόξαν θεοῦ. ἰσχύς σοι παρὰ Κυρίου, ἔλεος, εἰρήνη, εὐλογία, σωτηρία αἰώνιος. περὶ ἐμοῦ τὸν ἀδελφόν. προσαγορεύει σε ὁ σὺν ἐμοί. ὁ Κύριος μετὰ σοῦ. 348 {1Στεφάνῳ τέκνῳ}1 Χαῖρε, Στέφανε, τέκνον μου τιμιώτατον· ἀπὸ θεοῦ σοι χάρις, ἔλεος, εἰρήνη πληθυνθείη. εἰ