211
γʹ. κζʹ. ιγʹ. αʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ʹ, ἰνδικτιῶνος ʹ, ἤχθη Κωνσταντῖνος ὁ ψευδώνυμος πατριάρχης ἀπὸ τῆς Πριγκίπου νήσου· καὶ ἔδειρεν αὐτὸν ὁ τύραννος Κωνσταντῖνος, ὡς μὴ ἰσχύειν αὐτὸν βαδίσαι. ἐκέλευσε δὲ αὐτὸν εἰς φορεῖον βασταχθῆναι, καὶ ἀπελθόντα καθίσαι ἐν τῇ σολαίᾳ τῆς μεγάλης ἐκκλησίας. καὶ ἀσηκρήτης ἦν σὺν αὐτῷ βαστάζων τόμον χάρτου, ἐν ᾧ ἦν γεγραμμένα τὰ τούτου αἴτια. παντὸς δὲ τοῦ λαοῦ τῆς πόλεως ἐκ διαταγῆς βασιλικῆς ἐκεῖσε ἀθροισθέντος καὶ ὁρῶντος, ὑπανεγινώσκετο ὁ χάρτης εἰς ἐπήκοον παντὸς τοῦ λαοῦ. καὶ κατὰ ἓν κεφάλαιον ἔπαιεν αὐτοῦ τὸ πρόσωπον ὁ ἀσηκρήτης, τοῦ πατριάρχου Νικήτα ἐν τῷ συνθρόνῳ καθεζομένου καὶ θεωροῦντος. μετὰ δὲ τοῦτο ἀναβιβάσαντες αὐτὸν ἐν τῷ ἄμβωνι καὶ στήσαντες ὄρθιον, ἔλαβε Νικήτας τὸν χάρτην, καὶ ἀποστείλας ἐπισκόπους καὶ λαβὼν τὸ ὠμοφόριον αὐτοῦ ἀνεθεμάτισεν αὐτόν· καὶ ἐπονομάσαντες Σκοτίοψιν ἐξέωσαν αὐτὸν ὀπισθοφανῶς τῆς ἐκκλησίας. τῇ δὲ ἑξῆς ἡμέρᾳ ἱπποδρομίας οὔσης, ἐψίλωσαν αὐτοῦ τὴν ὄψιν καὶ ἐγύμνωσαν αὐτοῦ τὴν γενειάδα καὶ τὰς τῆς κεφαλῆς τρίχας καὶ τῶν ὀφρύων, καὶ ἐνδύσαντες αὐτὸν σηρικὸν καὶ ἀμανίκωτον κονδὸν ἐκάθισαν αὐτὸν ἐπὶ ὄνου σαγματωμένου ἐξανάστροφα κρατοῦντα τὴν οὐρὰν αὐτοῦ, καὶ ἐξήνεγκαν διὰ τοῦ διϊππίου εἰς τὸ ἱπποδρόμιον, τοῦ λαοῦ παντὸς καὶ τοῦ δήμου ἀνασκάπτοντος καὶ ἐμπτύοντος αὐτόν. ἔσυρε δὲ τὸν ὄνον Κωνσταντῖνος ὁ ἀνεψιὸς αὐτοῦ ῥινοκοπημένος. ἐλθόντος δὲ αὐτοῦ ἐν τοῖς δήμοις, κατῆλθον καὶ ἐνέπτυσαν καὶ κόνιν ἐπέρριπτον ἐπ' αὐτόν. ἐνέγκαντες δὲ αὐτὸν εἰς τὸ στάμα ἔρριψαν αὐτὸν ἐκ τοῦ ὄνου καὶ ἐπάτησαν τὸν τράχηλον αὐτοῦ· καὶ καθίσαντες αὐτὸν ἀπέναντι τῶν δήμων, ἤκουε παρ' αὐτῶν σκωπτικοὺς λόγους ἕως τῆς ἀπολύσεως τοῦ ἱππικοῦ. καὶ τῇ 442 ιεʹ τοῦ αὐτοῦ μηνὸς ἀποστέλλει πρὸς αὐτὸν τοὺς πατρικίους καὶ δηλοῖ αὐτῷ, ὅτι· "τί λέγεις περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συνόδου ἧς ἐποιήσαμεν;" ὁ δὲ ματαιωθεὶς τὰς φρένας ἀπεκρίθη, ὅτι "καλῶς καὶ πιστεύεις καὶ τὴν σύνοδον πεποίηκας," οἰόμενος διὰ τούτου πάλιν ἐξευμενίσασθαι αὐτόν· οἱ δὲ εὐθυβόλως ἀποκριθέντες εἶπον· "ἡμεῖς τοῦτο ἠθέλομεν ἀκοῦσαι ἐκ τοῦ μιαροῦ σου στόματος· ἀπὸ δὲ τοῦ νῦν ἄπελθε εἰς τὸ σκότος καὶ εἰς τὸ ἀνάθεμα." καὶ οὕτω λαβὼν τὴν ἀπόφασιν ἀπεκεφαλίσθη εἰς τὸ Κυνήγιον. καὶ τὴν μὲν κεφαλὴν αὐτοῦ ἐκ τῶν ὤτων δήσαντες ἐπὶ τρισὶν ἡμέραις ἐν τῷ Μιλίῳ ἐκρέμασαν εἰς ἔνδειξιν τοῦ λαοῦ. τὸ δὲ σῶμα αὐτοῦ δήσαντες καλωδίῳ τὸν πόδα, διὰ τῆς Μέσης σύραντες εἰς τὰ Πελαγίου μετὰ τῶν βιοθανάτων ἔρριψαν· ὁμοίως καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τὰς τρεῖς ἡμέρας ἐκεῖσε ἀπαγαγόντες ἔρριψαν. ὢ τῆς ἀλογίας καὶ ὠμότητος καὶ ἀσπλαγχνίας τοῦ ἀνημέρου θηρός. οὐκ ᾐδέσθη τὴν ἁγίαν κολυμβήθραν ὁ ἄθλιος; δύο γὰρ τέκνα αὐτοῦ τῆς τρίτης γυναικὸς ἐν ταῖς ἀγκάλαις αὐτοῦ δεξάμενος ἦν. πάντοτε μὲν οὖν θηριώδης τὸν τρόπον καὶ ἀνήμερος ἦν. ἀπὸ δὲ τούτου τοῦ χρόνου πλείονι μανίᾳ κατὰ τῶν ἁγίων ἐκκλησιῶν ἐχρήσατο. ἀποστείλας γὰρ κατήνεγκε Πέτρον τὸν ἀοίδιμον στυλίτην ἀπὸ πέτρας, καὶ μὴ ὑπείξαντα τοῖς δόγμασιν αὐτοῦ ζῶντα δήσας τῶν ποδῶν ἐν τοῖς Πελαγίου καὶ τοῦτον διὰ τῆς Μέσης συρόμενον ἐκέλευσε ῥιφῆναι, ἄλλους ἐν σάκκοις δεσμῶν καὶ λίθοις προσαρτίζων ἐν τῷ πελάγει ῥίπτεσθαι προσέταττεν, τυφλόνων, ῥινοκοπῶν, μάστιξι ξαίνων, καὶ πᾶν εἶδος κολάσεως κατὰ τῶν εὐσεβούντων ἐπινοῶν· καὶ ἐν μὲν τῇ πόλει δι' ἑαυτοῦ ταῦτα ἔδρα καὶ τῶν ὁμοφρόνων αὐτοῦ, Ἀντωνίου, φημί, πατρικίου καὶ δομεστίκου τῶν σχολῶν καὶ Πέτρου μαγίστρου καὶ τοῦ ἐκπαιδευθέντος ὑπ' αὐτοῦ λαοῦ τῶν ταγμάτων, ἐν δὲ τοῖς ἔξω θέμασι διὰ τῶν προρρηθέντων στρατηγῶν. αὐτὸς δὲ κιθαρῳδίαις ἔχαιρε καὶ συμποσιασμοῖς, αἰσχρολογίαις τε καὶ ὀρχησμοῖς ἐκπαιδεύων τοὺς περὶ αὐτόν. καὶ εἴ πού τις συμπίπτων ἢ ἀλγῶν τὴν συνήθη Χριστιανοῖς ἀφῆκε φωνήν, τὸ "θεοτόκε βοήθει," ἢ παννυχεύων ἐφωράθη ἢ ἐκκλησίαις προσεδρεύων ἢ εὐλαβείᾳ συζῶν ἢ μὴ ὅρκοις