ὄγκωσις. φησὶ γοῦν· «σμῶδιγξ ἐξυπανέστη», ἤγουν κάτωθενεἰς εὐθὺ ὑψώθη. δηλοῖ γάρ, φασίν, ἐνταῦθα ἡ μὲν ὑπό πρόθεσις τὸ κάτωθεν, ἡ δὲ 1.331 ἔξ τὸ εἰς εὐθύ, ἡ δὲ ἀνά τὸ ὕψος, ὡς καὶ ἐν τῷ ὑπεξαναδύς καὶ τοῖς ὁμοίοις.Ἰστέον γὰρ ὅτι οὐδαμοῦ στοιβὴν προθέσεων μάτην οὕτω τίθησιν ὁ ποιητής, ἀλλ'ἑκάστη τῶν συγκειμένων προθέσεων σημαίνει τι, ὡς καὶ ὅτε εἴπῃ ἡμιόνουςὑπεκπρολυθῆναι ἀπήνης. καὶ ἐκεῖ γὰρ ἡ μὲν ὑπό πρόθεσις τὴν κάτω σχέσινδηλοῖ, ἡ δὲ ἔξ τὴν ἐκτός, ἡ δὲ πρό τὴν ἐπὶ τὰ ἔμπροσθεν, ἵνα λέγῃ ὅτι κάτωθεντοῦ ζυγοῦ ὄντας ἔξω ποιήσαντες ζυγοῦ προελθεῖν εἰς νομὴν ἐποίησαν. ὡς δὲ τὸσιμόν καὶ ἐπὶ ταπεινότητος τίθεται τῆς κατὰ κοιλότητα, δηλωθήσεται, ὅπουνῆες πρόκροσσαι λέγονται. ὅτι δὲ τὸ σμῶδιγξ, καθὰ καὶ τὸ σμερδαλέον καὶ τὸσμικρόν, διὰ τοῦ ˉζ εἶχον τὴν προφορικὴν ἀρχὴν πάλαι ποτὲ διὰ τὸ παρεοικὸς τοῦἤχου, δηλοῦσιν οἱ παλαιοί, ὧν ἐν ῥητορικοῖς Λεξικοῖς τοῖς κατὰ στοιχεῖονκεῖται καὶ ταῦτα ἐν τῷ ˉζ στοιχείῳ· ζμινύη ὁτὲ τὸ σκαφεῖον, ὁτὲ ἀξινάριον·οἱ δὲ δίκελλαν. καὶ ζβέσαι τὸ παῦσαι, λῆξαι, κοιμίσαι. καὶ ζβεννυμενάων αἰγῶν,ληγουσῶν. καὶ ζμῶσαι τὸ πατάξαι. Αἴλιος δὲ ∆ιονύσιός φησιν, ὅτι ζμικρὸν καὶμικρὸν οἱ Ἀττικοί, μικκὸν δὲ Ἴωνες. οὕτω δὲ γράφουσι καὶ τὸ ζμῆγμα καὶ τὴν ζμινύην, ἣν καὶ αὐτὸς ἀξινάριον λέγει φέρων καὶ χρῆσιν Ἀριστοφάνους ταύτην·»ἀλλ' ἱμάντα μοι δὸς καὶ σμινύην, ἐγὼ γὰρ εἶμ' ἐπὶ ξύλα». Εἰς δὲ τὴν τοῦ Θερσίτου πληγὴν καὶ τοιοῦτόν τι γράφουσιν οἱ παλαιοί· ὅτι ὁ μὲν εὐφυὴςνουθεσίαις ῥυθμίζεται· ὁ δὲ ἄκοσμος μέν, εὖ δὲ ἔχων τὰ εἰς σῶμα, βασάνοιςκολάζεται καὶ χρημάτων εἰσφοραῖς· ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης,βραχείᾳ πληγῇ καὶ μεθ' ὅρκων ἀπειλῇ σωφρονίζεται. (ῃ. 269) Τὸ δέ «ἀχρεῖονἰδών» οὐχ' ὅμοιον τῷ τὴν Πηνελόπην ἀχρεῖον γελάσαι, ἀλλ' ἐκεῖ μὲν ἀχρεῖοντὸ ἐπίπλαστον καὶ ὑποκεκριμένον, ἐνταῦθα δὲ ἀχρεῖον ἰδεῖν τὸ ἀκαίρωςὑποβλέψαι καὶ ἐπ' οὐδεμιᾷ χρείᾳ, ἢ ἀντὶ τοῦ μιμοειδὲς καὶ ἀχρειοποιόν, ὡςἀμορφωθέντος τοῦ προσώπου τοῖς δάκρυσι. Τὸ δὲ ἀχρεῖόν φασιν οἱ παλαιοὶ παρὰμὲν τοῖς Ἀττικοῖς προπαροξύνεσθαι ἀναβιβασμῷ τόνου ὡς σύνθετον, παρὰ δὲτῷ ποιητῇ προπερισπᾶσθαι κανόνι τοιούτῳ. Τὰ ἔχοντα τὸ ˉα ἐν τῇ πρώτῃσυλλαβῇ ἐπιφερομένων δύο συμφώνων μετὰ διφθόγγου προπερισπᾶται, οἷονἀνδρεῖος, Ἀργεῖος, ἀχρεῖος. [Τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶἀχρήϊος λέγεται παρ' Ἡσιόδῳ-ἡ δὲ ὀξεῖα, φασί, καὶ ἡ περισπωμένη συνίζουσαι περισπωμένην ποιοῦσιν-αἰτιᾶται Ἡρωδιανὸς λέγων, ὡς οὐκ ἀεὶ τοῦτο, 1.332 καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διό, φησί, τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέοςπροπαροξύνεσθαι ὀφείλει. ὃ δηλαδὴ καὶ ἐποίουν οἱ Ἀττικοί, ὡς καὶ ἐν τῷἐρῆμον καὶ ἑτοῖμον, τοῖς Ὁμηρικοῖς· καὶ αὐτὰ γὰρ οἱ νεώτεροι Ἀττικοὶ ἀναλόγως παρώξυναν, ὥς φησιν Ἡρωδιανός. ὅτι δὲ οὐδὲ τὸ αἰζήϊος συντελεῖ τι εἰςτὸ προπερισπᾶσθαι τὸ αἰζηός, ὀξύνεται γὰρ πρὸς ἀναλογίαν τοῦ νηός καὶ πηόςκαὶ τῶν ὁμοίων, δηλοῦται ἀλλαχοῦ. εἰ δὲ καὶ Ζεὺς Ἄθῳος προπαροξυτόνως ὁ ἐντῷ Ἄθῳ τιμώμενος μετὰ προσγραφῆς τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ ἀθῷος ὁἀζήμιος, οὐδὲ ἐκεῖ ἄρα ἡ διάλυσις τοῦ ἀθώϊος συνετέλεσεν εἰς προπερισπασμόν,ὁποῖος γίνεται ἐν τῷ πατρώϊος πατρῷος, Μινώϊος Μινῷος καὶ τοῖς ὁμοίοις.] Σημείωσαι δὲ ὅτι τοῦ ἀχρεῖος τὸ ἁπλοῦν εὕρηται παρὰ τῷ εἰπόντι τὸ «ἀνὴρεἰς οὐδὲν χρεῖος», ἤτοι χρειώδης εἰς οὐδέν. εἰ γοῦν χρεῖος ὁ χρειώδης, δῆλονὡς ἀχρεῖος ὁ μὴ χρειώδης. Τὸ δὲ ἀπομόρξατο ἐκ τοῦ μόργω γίνεται ῥήματος,ὅπερ κατὰ ὁμοιότητα τοῦ ἄχνυμαι προσλήψει τοῦ ˉν γίνεται μόργνω, ἐξ οὗμοργνύω, ἀφ' οὗ μόργνυμι· ἐξ οὗ τὸ ἀπομόργνυται καὶ τὰ ὅμοια. ἐκ δὲ τοῦμόργω γίνεται σύνθετον τὸ ἀπομόργω, ἐξ οὗ τὸ ἀπόμοργμα. τὸ δὲ μόργω ἐκ τοῦἀμέργω, τὸ ἐκπιέζω, κατὰ τοὺς παλαιούς, ἐξ οὗ καὶ ἀμόργη, ἡ τοῦ ἐλαίουὑποστάθμη, καὶ τὸ ἀμέλγω