ὀλιγηπελέων», χρήσιμον ἐπί τινος ὑψόθεν κατενεχθέντος καὶ μεγάλης δόξης ἐστερημένου. Ἰστέον δὲ καί, ὅτι ὁ Κράτης, ὥς φασιν οἱ παλαιοί, τὸ βηλοῦ, ὅ ἐστι βαθμοῦ, περὶ οὗ καὶ προδεδήλωται, βαρυτόνως ἀναγινώσκει βήλου ὡς ἤλου. καινὸν δέ, φασίν, οὐδὲν ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύλαι. ∆ῆλον δὲ ὡς ἀπὸ τοῦ βῶ βήσω παρῆκται ὁ βηλός, ἐξ οὗ καὶ βέβηλος, κυρίως τόπος ὁ καὶ τῷ τυχόντι βάσιμος, καὶ ἀνάπαλιν ἀβέβηλος ὁ μὴ τοιοῦτος. [Προσυπακουστέον δ' ἐνταῦθα εἰς τὸ βηλοῦ ὡς ἀπὸ κοινοῦ τὸ Ὀλυμπίου, ἐπεὶ πρόκειται ἀνωτέρω τὸ «κατὰ μακρὸν Ὄλυμπον». Σέμνωμα δὲ τοῦδε τοῦ βηλοῦ τὸ θεσπέσιον, ῥηθὲν ἀλλαχοῦ, ἔνθα ἔφη τὸ «ἀπὸ βηλοῦ θεσπεσίοιο».] (ῃ. 24) Τὸ δὲ «θυμὸς ἀνίει», ἀντὶ τοῦ ἀφίει κατά τινα λόγον ἀνέσεως, [ᾗ ἀντίκειται ἡ ἐπίτασις. ἔστι γὰρ καὶ θυμοῦ ἐπίτασις καὶ ἄνεσις.] Ὅτι δὲ ἀνιέναι καὶ τὸ ἀναπείθειν καὶ διεγείρειν λέγεται, πολλαχοῦ φαίνεται. (ῃ. 25) ∆ῆλον δὲ ὡς ὁ θυμὸς ὁ μὴ ἀνιείς τινα καλῶς ἂν ἀζηχὴς λέγοιτο ὡς ἀδιεχής, ὅ ἐστι 3.696 συνεχής, καθὰ δηλοῦται ἐν ἄλλοις. Τινὲς μέντοι ἀζηχής φασι θυμός, ὁ σκληρός, ἀπὸ τοῦ ἄζην ἔχειν, ὅ ἐστι ξηρασίαν, ἵνα ᾖ ἄτεγκτος καὶ δυσμάλακτος. Ὀδύνη δὲ οὐκ ἀεὶ ἐπὶ πόνου σωματικοῦ. ἐνταῦθα γὰρ ἐπὶ λύπης κεῖται, μεγάλης μέντοι, ὁποίαν Ζεὺς λέγει παθεῖν ἐπὶ τῷ μεγάλῳ Ἡρακλεῖ, οὗ τότε περιχώσατο, καθὰ προεδηλώθη, ὃν αὐτὸς ὁ Ζεὺς ἐνταῦθα θεῖον ὀνομάζει. Ἑλλειπτικῶς δὲ πέφρασται διὰ χόλου κατέπειξιν τὸ «ὀδύνῃ Ἡρακλῆος», τὸ γὰρ ἐντελές· ἐν ὀδύνῃ τῇ ὑπὲρ Ἡρακλέος. [(ῃ. 24) Ἰστέον δὲ ὅτι τὸ «ἐμὲ δ' οὐδ' ὣς θυμὸς ἀνίει» καὶ ἑξῆς, ὡς προγέγραπται, φέρεται καὶ ἄλλως ἔν τισιν ἀντιγράφοις «ἐμὲ δ' οὐδ' ὣς θυμὸν ἀνίει» καὶ ἑξῆς. καὶ εἰ τοῦθ' οὕτω παραδεκτέον, ἀλλοιοῦται κατά τι τὸ προειρημένον νόημα. Οὔτε γὰρ θυμὸν ἔστι νοῆσαι τὸν χόλον, ἀλλὰ δηλαδὴ τὴν ψυχήν, καὶ τὸ ἀζηχὴς δὲ τῷ «ὀδύνῃ» κολλᾶται, καὶ τὸ ὀδύνη οὐ δοτική ἐστιν ὡς πρίν, ἀλλὰ εὐθεῖα, ἵνα λέγῃ, ὅτι οὐκ ἀνίει τὴν ψυχήν μου ὀδύνη ἀζηχὴς ἡ ὑπὲρ τοῦ Ἡρακλέος. καὶ ἔχει οὐδ' αὕτη φαύλως ἡ ἔννοια, ἐν ᾗ τὸ «ἐμὲ θυμόν» ὅμοιόν ἐστι τῷ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα», καὶ τοῖς ὁμοίοις, ἵνα ᾖ καὶ τοῦτο τριχῇ νοούμενον, οἷον «ἐμέ», ἤγουν τὴν ἐμὴν ψυχήν, ἢ «ἐμὲ κατὰ τὴν ψυχήν», ἢ ἀντιπτωτικῶς «ἐμοῦ τὴν ψυχήν».] (ῃ. 26) Τὸ δὲ «ξῦν Βορέῃ πεπιθοῦσα θυέλλας» ἀμφιβολίας ἐστὶ σχῆμα. Ἄδηλον γὰρ εἴτε αὐτὴ καὶ ὁ Βορρᾶς ἀνέπεισαν τὰς θυέλλας, εἴτε αὐτὴ ἔπεισε καὶ τὸν Βορρᾶν καὶ τὰς θυέλλας. οὗ δὴ Βορρᾶ οὐκ ἐμνήσθη πρὸ τούτων, ὡς ἀορίστως εἰπὼν ἐκεῖ «ἀργαλέων ἀνέμων ἀήτας». Φασὶ δέ τινες καὶ τὸν Βορρᾶν ἐμπαθῶς ἔχειν πρὸς τὸν Ἡρακλέα, ἐπεὶ ἀνεῖλε τοὺς Βορεάδας, τὸν Ζήτην καὶ τὸν Κάλαϊν. (ῃ. 27) Πόντος δὲ καὶ νῦν ἀτρύγετος, ὁμοίως δὲ καὶ θάλασσα, ὅθεν οὐδὲν τρυγῶμεν, ἢ ἄκαρπος παρὰ τὴν τρύγην, ἢ παρὰ τὴν τρύγα, ὃ δηλοῖ τὸν ∆ημη 3.697 τρειακὸν καρπόν, ὡς δηλοῖ τὸ «ἀδηφάγου κήλωνος ὀτρυγηφάγου». διὸ καὶ Εὐριπίδης ἀκάρπιστά που λέγει πεδία τὴν θάλασσαν. ἔτι δὲ ἀτρύγετος καὶ ἡ βαθυτάτη καὶ ἄβυσσος, ἧς τρύγα οὐκ ἔστιν εὑρεῖν. εἰ δέ τις εἴπῃ ὡς κατὰ τὴν πρώτην ἐτυμολογίαν προσαρμόζει τὸ ἐπίθετον καὶ ἀέρι καὶ αἰθέρι, καλῶς ἐρεῖ, καὶ εὑρήσει τούτου χρήσεις πολλαχοῦ. τὸ γὰρ τρυγᾶν τῇ γῇ ἀφώρισται, τὰ δὲ λοιπὰ στοιχεῖα ἀτρύγετα. (ῃ. 28 ετ 30) Ὅτι δὲ εὖ ναιομένη ἡ Κόως καὶ ὡς Ἄργος ἱππόβοτον, ἡ Πελοπόννησος, καὶ ὅτι ὥσπερ φῶς φόως, οὕτω καὶ Κῶς Κόως, προδεδήλωται. (ῃ. 31) Τὸ δὲ μνήσω, ἤγουν εἰς μνήμην ἀγάγω, ἐν τῷ «τῶν σ' αὖτις μνήσω», γενικὴν ἔχει σύνταξιν, οὗ πρὸς ὁμοιότητα καὶ τὸ ἀναμνήσω. (ῃ. 32) Τὸ δὲ «ὄφρα ἴδῃς» οὐκ ἀπέοικε κατ' ἔννοιαν τοῦ «ὄφρ' εὖ εἰδῇς», ὃ ἀλλαχοῦ κεῖται. καὶ τὸ ἰδεῖν γὰρ εἰς τὸ εἰδέναι συντελεῖ. (ῃ. 33) Τὸ δὲ «ἣν ἐμίγης» προθέσεώς τε καὶ ἀντωνυμίας ἔλλειψιν ἔχει. λέγει γὰρ τό· καθ' ἣν ἐμίγης μοι. (ῃ. 31) Τὸ δὲ «λήξῃς ἀπατάων» καὶ τὸ «καί μ' ἀπάτησας» τὸ ἀποτέλεσμά ἐστι τῆς διὰ τοῦ κεστοῦ κακομηχανίας τῆς Ἥρας, ἐφ' ᾧ μάλιστα ὁ Ζεὺς χολοῦται. (ῃ. 34) Ὅτι ἐρρίγησεν, ὡς εἰκός, ἡ Ἥρα ἐφ' οἷς, ὡς ἐρρέθη, ὁ Ζεὺς ἠπειλήσατο. διὸ καὶ ὑπούλως μεταχειριζομένη τὸν λόγον, ὡς ἂν ἐκμειλίξηται τὸν ∆ία, φησὶν «ἴστω τόδε γαῖα» καὶ ἑξῆς. (ῃ. 36-8) Ἰστέον δὲ ὅτι εἰπούσης αὐτῆς