212
δυστυχῶς Αἴλουροι πάλιν εἰσβαλόντες ναυτικῷ πλείστῳ κατὰ διαφόρους τόπους τῆς Ῥωμαίων χώρας καὶ ποτὲ μὲν ναυμαχίαις, ποτὲ δὲ καὶ χειμῶσι, ποτὲ δὲ καὶ λοιμῷ πιεσθέντες, ὑφ' οὗ κατασχεθεὶς ὁ αὐτὸς Κλαύδιος τελευτᾷ τὸν βίον. μεθ' ὃν Κεντίλ λιος κατέσχεν ὅλας ἡμέρας ιζʹ καὶ ἀπέθανε.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞ∆ Τῆς θείας σαρκώσεως ἔτη σξδʹ Ῥώμης κηʹ ἐβασίλευσεν
Αὐρηλιανὸς ἔτη ςʹ. Αὐρηλιανὸς τοὺς Παλμυρηνοὺς ἐχειρώσατο καὶ Γαλλίαν ὑπέταξεν, ἐφ' οὗ φασι Φιλόστρατον τὸν Ἀθηναῖον ἱστοριογράφον καὶ Λογγῖνον ἀκμάσαι. 470 Τότε Ζηνοβία κατὰ Ῥωμαίων ἐπαίρεται, δύναμιν ἀθροίσασα πλείστην, καὶ Αἰγύπτου κρατεῖ, Πρόβον ἀνελοῦσα τὸν ἐκεῖ τότε στρατηγοῦντα Ῥωμαίων. ταύτην τὴν ἀκοὴν Αὐρηλιανὸς οὐκ ἐνεγκὼν ἔρχεται μετὰ στρα τιᾶς καὶ πλησίον Ἀντιοχείας τῆς κατὰ Συρίαν ἐν Ἴμμαις καλουμένῳ χωρίῳ τοὺς μὲν Παλμυρηνοὺς διαφθείρει, Ζηνοβίαν δὲ χειρωσάμενος εἰς Ῥώμην ἤγαγε, καὶ φιλανθρωπίᾳ χρησάμενος πολλῇ συνάπτει ταύτην ἐνδό ξως ἀνδρὶ τῶν ἐν γερουσίᾳ. Κρατεῖ δὲ καὶ Γάλλων κινηθέντων τότε. Ὁρμήσας δὲ καὶ ἐπὶ Σκύθας ὑπὸ τῆς ἰδίας στρατιᾶς ἀναιρεῖται στάσει περιπεσὼν μεταξὺ Βυζαντίου καὶ Ἡρακλείας ἐν τῷ καινῷ λεγομένῳ φρου ρίῳ τῶν Θρᾳκῶν, μέλλων τινὰ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Ὁ δ' αὐτὸς καὶ Ἡλίου ναὸν ἐν Ῥώμῃ κατεσκεύασε χρυσῷ καὶ λίθοις ἀξιάγαστον. Τὴν Τραϊανοῦ δὲ ∆ακίαν βαρβάροις ἀφεὶς ἄνδρας καὶ γυναῖκας εἰς τὸ μεσαίτατον τῆς Μυσίας στήσας ἑκατέρωθεν, ∆ακίαν δὲ μέσην ὀνομάζεσθαι. Περσῶν εʹ Οὐραράκης ἐβασίλευσεν ἔτη ιζʹ. Ῥώμης κςʹ ἐπίσκοπος ∆ιονύσιος ἔτη ηʹ. Ἀντιοχείας ιςʹ ἐπίσκοπος ∆όμνος ἔτη γʹ. Ἀντιοχείας ιζʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ηʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΕ Τῆς θείας σαρκώσεως ἔτη σξεʹ Ῥωμαίων κθʹ βασιλεὺς
Αὐρηλιανὸς ὁ προγεγραμμένος ἔτη ςʹ. Τῷ ςʹ αὐτοῦ ἔτει Αὐρηλιανὸς μέλλων διωγμὸν κινεῖν κατὰ Χριστιανῶν θείῳ κεραυνῷ διακωλύεται. συσκευῆς δὲ γενομένης περὶ αὐτοῦ ἐκ τῶν κατ' αὐτὸν ἐδολοφονήθη ἐν καινῷ φρουρίῳ. 471 Μεθ' ὃν βασιλεύει Τάκητος μῆνας ςʹ. Οὗ σφαγέντος ἐν Πόντῳ βασιλεύει Φιλωριανὸς ἡμέρας πηʹ. Οὗ σφαγέντος ἐν Ταρσῷ βασιλεύει Πρόβος ἔτη ςʹ, μῆνας δʹ. Ὁμοῦ γίνονται ἔτη ζʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟ Τῆς θείας σαρκώσεως ἔτη σοʹ Τῷ γʹ ἔτει Πρόβου Ἀνατόλιος ὁ Λαοδικείας ἐπίσκοπος φιλοσόφοις μαθήμασι διαπρέπων ἐγνωρίζετο. Τῷ δʹ ἔτει Πρόβου ἡ τῶν μανέντων Μανιχαίων πανώλεθρος ἀπώλεια τῷ τῶν ἀνθρώπων παρεισήχθη βίῳ. Τῷ ςʹ ἔτει Πρόβου Σατορνῖνος στρατοπεδάρχης τὴν καινὴν Ἀντιόχειαν ἤρξατο κτίζειν, ὃς ὕστερον ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ ἐσφάγη ἐν Ἀπαμείᾳ ὑπὸ τῶν ἰδίων. Πρόβος ἐσφάγη ἐν Σερμείῳ. Ῥωμαίων βασιλεὺς λβʹ Κᾶρος σὺν τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη βʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟΕ Τῆς θείας σαρκώσεως ἔτη σοεʹ Τῷ πρώτῳ ἔτει Καρίνου
ἐλθόντος Νουμεριανοῦ ἐν Ἀντιοχείᾳ καὶ θελή σαντος εἰσελθεῖν ἐν τῇ ἐκκλησίᾳ καὶ κατασκοπῆσαι τὰ τῶν Χριστιανῶν μυστήρια, ὁ ἅγιος Βαβυλᾶς ἐκώλυσεν αὐτὸν λέγων· οὐκ ἔξεστί σοι ἰδεῖν τὰ τῶν Χριστιανῶν μυστήρια μεμολυσμένῳ ὄντι ἐκ τῶν εἰδωλικῶν θυ σιῶν. καὶ ἀγανακτήσας Νουμεριανὸς ἐφόνευσεν αὐτόν. Ῥωμαίων κζʹ ἐπίσκοπος Φίλιξ ἔτη εʹ. 472 Τῆς Ῥωμαίων ἐκκλησίας μετὰ Φίλικα ἐπίσκοπος γέγονεν Εὐτυχιανὸς μῆνας ηʹ· μεθ' ὃν Γάιος κηʹ ἐπίσκοπος ἔτη ιεʹ. Ἀντιοχείας ιηʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ιηʹ. Ἀλεξανδρείας ιςʹ ἐπίσκοπος Θεωνᾶς ἔτη ιθʹ. Ἱεροσολύμων ληʹ ἐπίσκοπος Ὑμέναιος ἔτη ιβʹ.