212
τοῦ μεγάλου δομε 2.51 στίκου, τάς τε εἰρημένας εὐεργεσίας, ἦν αὐτῷ ἐκεῖνος συνομολογῶν, καὶ πάντων τῶν ἄλλων μείζω καὶ εὐηργετῆσθαι καὶ ὀφείλειν, καὶ θαῤῥεῖν περὶ τοῦ μέλλοντος, ὑποθέμενος, ὡς οὐδὲν αὐτῷ τῶν δυσχερῶν, τόγε εἰς αὐτὸν ἧκον, ἀπαντήσει, ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ, εἴ τι συμβαίη τοιοῦτον, χρήσεται περὶ αὐτοῦ καὶ οὐδὲν ἧττον, ἢ ὑπὲρ αὐτὸς αὑτοῦ παρὼν, τῶν αὐτῷ γινομένων ἀνθέξεται δικαίων. ἐπεὶ δὲ καὶ ὁ πατριάρχης προθύμως τὰ τοιαῦτα ἐπηγγείλατο, οὐκοῦν, ἔφασκεν ὁ μέγας δομέστικος, οὐδὲν λοιπὸν, ἢ τὰς ὑποσχέσεις ταύτας τρόπῳ, ᾧ ἂν ἐπίσταιτο αὐτὸς, βεβαίας αὐτῷ ποιεῖν καὶ ἀναμφιβόλους, ὥστε μηδὲν ἔτι ἐνδοιάζειν ἔχειν, ἀλλὰ πεπεῖσθαι ἀκριβῶς, ὡς οὐδὲν ἧττον, ἢ εἰ παρῆν αὐτὸς, οὐδεμία τοῖς συκοφάνταις ἔσται δύναμις πρὸς τὰς διαβολάς. ὁ δ' εὐθὺς τῆς καθέδρας ἐξαναστὰς, «εὐλογητὸς» εἶπεν «ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εἰς τοὺς αἰῶνας, ὅτι οὔτε νῦν, οὔθ' ὕστερον ψεύσομαί σε, ἀλλ' ὑπὲρ τοῦ σοῦ πᾶσαν ποιήσομαι δικαίου καὶ φροντίδα καὶ σπουδὴν καὶ οὐδὲν, τόγε εἰς ἐμὲ ἧκον, περιόψομαι, μὴ πάντα καὶ διανοεῖσθαι καὶ φθέγγεσθαι καὶ πράττειν, ὥστε μηδεμίαν βλάβην ἐκ συκοφαντίας καὶ διαβολῆς σοι προσενεχθῆναι.» ἐπὶ τούτοις δὲ καὶ τὸν τρισάγιον ὕμνον ἐπειπὼν καὶ πρὸς τῇ κεφαλῇ τοῦ μεγάλου δομεστίκου εὐχήν τινα τῶν ἱερῶν διεξελθὼν καὶ πολλὴν αὐτῷ εἰρήνην καὶ εὔκλειαν καὶ ἄλλων ἀγαθῶν ἐπευξάμενος ἐσμὸν, ἐπεὶ καὶ ἡ ἡμέρα ἤδη περὶ δείλην ἦν, ὁ πατριάρχης μὲν ἐπ' οἴκου ἀνεχώρει, ὁ μέγας δὲ 2.52 δομέστικος ἥπτετο προθύμως τῶν πραγμάτων, βεβαίας ἤδη περὶ τῶν μελλόντων ἔχων τὰς ἐλπίδας καὶ οὐδὲν δεινὸν ὑπονοῶν. ζʹ. Εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευε τοὺς Ἀλεξάνδρου πρεσβευτὰς εἰς τὰ βασίλεια ἐλθόντας, περὶ ὧν ἥκουσιν ἀπαγγέλλειν. οἱ δὲ ἧκον, καὶ τοὺς ὅρκους ἔχοντες, οὓς βασιλεὺς πρὸς Ἀλέξανδρον ἐπὶ τῇ εἰρήνῃ ἐποιεῖτο, ᾐτοῦντό τε αὐτοῖς τὸν Σίσμανον ἐγχειρίζειν πολέμιον ὄντα τῷ σφετέρῳ βασιλεῖ, ἢ τοὺς ὅρκους ἀπολαμβάνειν, ὡς οὐκέτι τῆς εἰρήνης ἐσομένης. μηδὲ γὰρ ἂν εἶναι δίκαιον, μηδὲ ἀνεκτὸν αὐτοῖς, αὐτοὺς μὲν ἀσφαλεῖς εἶναι καὶ βεβαίους φίλους καὶ συμμάχους Ῥωμαίοις, ἐκείνους δὲ παρασπονδεῖν, τοὺς αὐτοῖς πολεμιωτάτους ὑποδεχομένους. οἱ μὲν οὖν πρέσβεις τοιαῦτα εἶπον, ὄγκου καὶ φρονήματος πεπληρωμένοι καὶ οὐδὲ ἀντειπεῖν οἰόμενοι Ῥωμαίους, ἀλλ' αὐτίκα ἐγχειρίσειν Σίσμανον, δείσαντας τὸν πόλεμον τὸν πρὸς αὐτούς. ἡ βασιλὶς δὲ ἐκέλευεν αὐτοῖς τὸν μέγαν δομέστικον χρηματίζειν καὶ περὶ ὧν αἰτοῦσιν ἀποκρίνεσθαι. ὁ δὲ πρῶτα μὲν ἐμέμφετο αὐτοῖς, ὡς οὐκ ἐφ' οἷς προσῆκε τὴν ἄφιξιν πεποιημένοις. ἔδει γὰρ βασιλέα τὸν ὑμῶν, φίλον ὄντα καὶ πατέρα κηδεστοῦ τῷ τετελευτηκότι βασιλεῖ Ῥωμαίων, μὴ τοῖς ἐκείνου παισὶ πόλεμον ἐπάγειν καὶ διαλύειν πειρᾶσθαι τὰς σπονδὰς ἐπ' αἰτίαις οὐ δικαίαις. ἀλλ' εἴ τινα καὶ πρότερον εἶχε πρὸς ἐκεῖνον πρόφασιν διαφορᾶς, ταύτην καταλύειν νῦν καὶ βεβαιότερον ἢ πρότερον φυλάτ 2.53 τειν τὰς συνθήκας καὶ βασιλέως τοῖς παισὶ συμμαχεῖν ἐπὶ τοὺς πολεμίους, ἄν τινες ὦσι, νυνὶ μάλιστα τῆς παρὰ τῶν φίλων ἐπικουρίας δεομένοις. ὁ δ' ἔοικε ταὐτὸν τοῖς πολλοῖς παθεῖν, οἳ ζῶντας μὲν θεραπεύουσι τοὺς δυνατοὺς, οὐ μᾶλλον ἐκείνων, ἢ τοῦ καιροῦ καὶ τῆς ἐκείνων δυνάμεως ὄντες φίλοι· ἐπειδὰν δὲ ἀποίχωνται, τῶν αἰτίων ὡσπερεὶ διαλυθέντων τῆς φιλίας, ῥᾷστα πρὸς ἔχθραν ἐξάγονται τῶν πρότερον δοκούντων εἶναι φίλων, διὰ τὴν ἀδυναμίαν αὐτοὺς περιορῶντες. ἔπειτα δὲ καὶ πρὸς τὴν ἀξίωσιν αὐτῶν οὕτω τὴν ἀπολογίαν ἐποιεῖτο, ὡς οὐ πάτριον τοῖς Ῥωμαίων βασιλεῦσι, τοὺς αὐτοῖς προσφυγόντας τοῖς πολεμίοις προδιδόναι. ἀπὸ γὰρ τῶν Κωνσταντίνου τοῦ μεγάλου χρόνων ἄχρι νῦν τοῖς Ῥωμαίων βασιλεῦσι, μείζοσι καὶ περιφανεστέροις τῶν παρ' ἑκάστοις ἔθνεσι βασιλεῦσιν ἢ δυνάσταις οὖσι, πολλοὶ τῶν παρ' αὐτοῖς ἀρχόντων ἀτυχήσαντες καὶ τῆς ἀρχῆς ἐκβεβλημένοι γεγόνασιν ἱκέται, οἱ μὲν τὴν οἰκείαν αὐτοῖς δεόμενοι ἀρχὴν ἐπανασώζειν, οἱ δὲ καὶ ἄλλως προνοίας καὶ κηδεμονίας τυχεῖν τινος. καὶ πᾶσιν ἤρκεσαν πρὸς τὰς συμφορὰς, ὥσπερ κοινοὶ σωτῆρες καὶ προστάται τῶν δυσκόλῳ