212
απασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ' αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις εν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ' οψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν ουν τῷ Κουμάνῳ οἱ ̓Ιουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, ουπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν 2.43 νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν. ̓Αλλὰ καὶ Σαμαρείταις εχθρα πρὸς ̓Ιουδαίους ἐγένετο· ἡ δ' αἰτία ην αυτη. Γαλιλαῖοι εἰς ̔Ιεροσόλυμα πορευόμενοι διά τινος κώμης ωδευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἱ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες ουν οἱ Γαλιλαῖοι πρὸς οπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας ειλεν. οἱ πρῶτοι δέ γε τῶν ̔Ιεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ οπλα ῥίψαντας ἠρεμεῖν· καὶ επεισαν. οἱ μὲν ουν διελύθησαν, ἡ χώρα δ' ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα κατηγόρουν τῶν ̓Ιουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. ̓Ιουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ηξειν εἰς τὴν ̓Ιουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ηκεν ουν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· ̓Ιουδαίους δὲ ους δεδεμένους ειχεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ ̓Ανανίαν τὸν 2.44 ἀρχιερέα καὶ τὸν στρατηγὸν Ανανον δήσας εἰς ̔Ρώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ ̓Ιουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐτοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς ̔Ιεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως ουτως ἀναιρεθῆναι. Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν ̓Ιουδαίων ἐπιτροπεύσοντα· ̓Αγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν ̓Αβέλλᾳ, αυται δὲ Λυσανίου ησαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ετη τέσσαρα ταύτης αρξαντα. ὁ δ' ̓Αγρίππας ἐκδίδωσι πρὸς γάμον ̓Αζίζῳ τῷ ̓Εμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, ∆ρούσιλλαν τὴν ἀδελφήν, τοῦ ̓Επιφανοῦς ̓Αντιόχου παραιτησαμένου τὸν γάμον, οτι μὴ ἰουδαΐσαι ἐβούλετο. καὶ Μαριὰμ κατηγγύησεν ̓Αρχελάῳ τῷ ̔Ελκίου παιδί, ὑπ' ̓Αγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύων, καὶ τὴν ∆ρούσιλλαν ἰδὼν κάλλους περιττῶς εχουσαν, ἑάλω τῷ ταύτης ερωτι, καὶ πείθει καταλιποῦσαν τὸν ανδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ' ἐξ αὐτοῦ παῖδα ̓Αγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ορος, πυρφόρον ον καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα 2.45 ἀδελφὴ τοῦ ̓Αγρίππου, συνοικοῦσα ̔Ηρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ' ερωτα, ιν' ουτω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν