212
τῶν, καὶ ἀπὸ λόγου ταραχώδους." Ἐντεῦθεν λοιπὸν πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύνει λέγων, ὡς οὐ μόνον προ φανῶν αὐτὸν πολεμίων ἀποφαίνει κρείττονα, ἀλλὰ καὶ τῶν ἐνεδρευόντων, καὶ λοχώντων, καὶ λάθρα τυρευόντων τὴν ἐπιβουλήν. ∆ιὰ μὲν γὰρ τῆς παγίδος τὰς λαθραίας ἐπιβουλὰς παρεδή λωσε. Τὸν δὲ ταραχώδη λόγον, ἐπηρείας λόγον ὁ Σύμμαχος εἴρηκε. Τοιοῦτοι δὲ οἱ ψεῦδος καὶ συκο φαντίας ῥάπτοντες. Ἀλλ' ὅμως καὶ τούτων κρείτ τους ἐγένοντο διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος πολλοί. Οὕτως ὁ μέγας Ἰωσὴφ, μοιχείας ὑπομείνας συκοφαντίαν, τοὺς ταύτης παγίδας ἀπέφυγεν· οὕτως ἡ θαυμασία Σουσάννα τῆς ἄνωθεν ἐπικου ρίας ἀπήλαυσεν. [Καὶ οὐ μόνον, ἀλλὰ καὶ μέχρι τοῦ παρόντος μυριάδας ἀναριθμήτους καὶ ἠκούσαμεν καὶ ἔγνωμεν σωθείσας.] δʹ. "Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς." Πρόμαχος γάρ σου γενήσεται, καὶ καλύψει σε πο λεμούμενον. Τέθεικε δὲ τοῦτο ἐκ μεταφορᾶς τῶν πρώτων ἐν πολέμοις ἑστώτων, καὶ τοῖς μεταφρένοις καλυπτόντων τοὺς ὄπισθεν. Πτέρυγας δὲ καλεῖ τῆς Προνοίας τὰς ἐνεργείας. Τέθεικε δὲ τοῦτο τῇ τῶν ὀρνίθων εἰκόνι χρησάμενος· καὶ γὰρ ἐκεῖνοι τοῖς πτεροῖς τοὺς νεοττοὺς συγκαλύπτουσιν. Οὕτως ὁ μακάριος Μωσῆς τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐκάλεσε. ∆ιεφύλαξεν αὐτοὺς, φησὶν, ὡς κόρην ὀφθαλμοῦ, ὡς ἀετὸς, σκεπάσαι νοσσιὰν ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μετα φρένων αὐτοῦ. Τοῦτο καὶ ὁ ∆εσπότης πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· "Ποσάκις ἐθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;" εʹ. "Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ." Ἐπειδὴ λόγου ταραχώδους καὶ ψεύδους ἐμνημό νευσεν ἄνω, εἰκότως ἐνταῦθα ὑπέσχετο πανοπλίαν αὐτοῦ γενέσθαι τὴν ἀλήθειαν. "Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέ 80.1612 λους πετομένου ἡμέρας, [ʹ] Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ." Οὐ μόνων δὲ τῶν αἰσθη τῶν, ἀλλὰ καὶ τῶν νοητῶν περιγενήσῃ δυσμενῶν διὰ τῆς θείας ἐλπίδος, καὶ διαφεύξῃ καὶ τὰς νύκτωρ ἐπιούσας ἐπιβουλὰς, καὶ τὰς μεθ' ἡμέραν γενο μένας παρὰ τῶν ἐχθρῶν προσβολὰς, καὶ θάρσος ἔχων, ἅτε δὴ ὑπὸ τοῦ Θεοῦ φρουρούμενος, ἐξελάσεις τὸ δέος, καὶ οὔτε μεσούσης ἡμέρας ἀγωνιάσεις, ἀλλὰ τὰς τῶν δαιμόνων ἐπιβουλὰς διαδράσεις, τῆς ἄνωθεν ἐπικουρίας μεταλαγχάνων. ∆αιμόνιον δὲ μεσημβρινὸν κατὰ τὴν παρὰ τοῖς πολλοῖς κατ έχουσαν τέθεικε δόξαν. Εἰκὸς δὲ καὶ τοὺς τῶν ἀν θρώπων ἐπιβούλους, μετὰ τροφὴν καὶ τὸν κόρον, ὡς ἐφ' ἕτοιμον θήραμα τρέχειν, καὶ τοὺς ἐρήμους τῆς ἄνωθεν κηδεμονίας καταδουλοῦσθαι ῥᾳδίως. ζʹ, ηʹ. "Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς· καὶ μυριὰς ἐκ δεξιῶν σου· πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει." Ἀντὶ τοῦ κλίτους σου, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, ἐκ πλαγίου τεθείκασιν. Λέγει δὲ, ὅτι Κἂν ἐκ δεξιῶν σου, κἂν ἐξ εὐωνύμων σου, πλῆθος ἄπειρον ἐξέλθῃ, σοὶ μὲν οὐ δεμία προσγίνεται λώβη, ὄψῃ δὲ ἐκείνους θείᾳ κατα βαλλομένους πληγῇ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γε γένηται· ὀκτωκαίδεκα γὰρ μυριάδες, καὶ πέντε χι λιάδες τῶν Ἀσσυρίων κατηκοντίσθησαν πολεμικῶν ὀργάνων χωρίς. Οὕτως ἐπὶ τοῦ Γεδεὼν, οὕτως ἐπὶ τοῦ Ἰωνάθαν, καὶ μέντοι καὶ ἐπὶ τοῦ Ἰωσαφὰτ, καὶ ἐπὶ τοῦ προφήτου Ἐλισσαίου αὐτὸ τοῦτο γεγέ νηται. θʹ. "Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου." Ταύτης δὲ, φησὶ, τῆς προ μηθείας ἀπολαύσαις, τῇ εἰς Θεὸν ἐλπίδι χρησά μενος, καὶ τοῦτον καταφυγὴν ποιησάμενος. Ἐλ λείπει γὰρ τῇ συνθήκῃ τοῦ λόγου τὸ εἶπας, σὺ, Κύριε, ἡ ἐλπίς μου. Ἰδίωμα γὰρ τοῦτο τῆς προφητικῆς συγγραφῆς, διαφερόντως δὲ τῶν ψαλμῶν. Ἀλλ' ὅμως ἡ ἀκολουθία δῆλον ποιεῖ τὸ ἀμφίβολον. Ἐπειδὴ γὰρ, φησὶν, ἐλπίζεις εἰς τὸν Θεὸν, καὶ εἰς ἐπικουρίαν αὐτὸν καλεῖς, τῆς παρ' αὐτοῦ κηδεμο νίας τυγχάνεις. ιʹ. "Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου." Κρείττων ἔσῃ τῶν διαβολικῶν