212
καὶ ἐβράδυνα ἐπισκέψασθαι, τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί· ἐγὼ δὲ καὶ μὴ γράφων ἐν τῇ καρδίᾳ μου ἔχω σε ἀεί. ἀνδρίζου οὖν ἔτι καὶ ἴσχυε ἐν Κυρίῳ, φέρων γενναίως τὰ παρόντα λυπηρὰ διὰ τὰ μέλλοντα ἀγαθά. ἡμέραν ἐξ ἡμέρας εὐθύμως πορεύου εἰς ὁδὸν εὐθεῖαν θεοῦ· δίωκε τὰ πάθη, κάθαιρε τὴν καρδίαν, εὐαρέστει θεῷ, ᾧ ἀνέθου σεαυτόν, δι' ὃν καὶ ἐμαστίχθης, ὑπὲρ οὗ καὶ ἡ ἐξορία. αὐτὸς οὖν ἀνταποδώσει σοι ἀνταπόδομα τὴν βασιλείαν αὐτοῦ, ἐὰν μέχρι τέλους ὑπομείνῃς αὐτόν. Προσεύχου περὶ ἡμῶν. ὁ ἀδελφὸς ὁ σὺν ἐμοὶ ἀσπάζεται. ὁ Κύριος μετὰ σοῦ. 349 {1Συμεὼν τέκνῳ}1 Χαίροις, Συμεὼν τέκνον μου. ἰδού σοι πάλιν ὁ λόγος· εἰ δὲ ὅτι βραδύ, διηγήσονται οἱ ἀδελφοί. πῶς ἔχεις, πῶς διαζῇς; βλέπε, τέκνον, ἐποικοδόμησον ἐν τῷ ἔργῳ τοῦ θεοῦ, ὃ ἐχαρίσθη σοι ὑπ' αὐτοῦ, τὴν καλὴν ἀναστροφήν, τὴν ὑπομονήν, τὴν μακροθυμίαν, τὴν ἐν τῷ περιορισμῷ ἀκινησίαν· ἐπειδὴ ἤκουσα ὅτι προόδους ποιεῖς καὶ ἐλυπήθην, ὅτι οὐκ ἔστι θέλημα θεοῦ οὐδὲ συμφέρον τῇ ψυχῇ σου. ὁ Χριστός σε ἐκάλεσεν εἰς μαρτύριον αὐτοῦ, οὐκ εἰς τὸ ἰατρεύειν σώματα, εἰς τὸ καθέζεσθαι καὶ καθαίρειν ἑαυτὸν ἀπὸ παντὸς κακοῦ, οὐκ εἰς τὸ γυρεύειν καὶ φαντασιοκοπεῖσθαι. Μὴ λυπηθῇς ὅτι ὑπομνήσκω, ἀλλὰ φύλαξαι, τέκνον μου, ἀπὸ τοῦ νῦν καὶ εὐαρέστει τῷ θεῷ καὶ εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ. 350 {1Παρθενίῳ τέκνῳ}1 Ὦ καλὲ Παρθένιε, χαῖρε, τέκνον μου ποθητόν, υἱὲ φωτὸς ἀληθινοῦ. πάλιν ὁμιλῶ σοι διὰ τοῦ γράμματος, αὖθις ὁρῶ σε καὶ προσπτύσσομαι· ὅτι ἐβράδυνα, ἀπαγγελοῦσιν οἱ ἀδελφοὶ τὴν αἰτίαν, ὅμως ὅτι ἀληθάργητόν σε ἔχω ἐν τῇ καρδίᾳ, εὐχόμενός σε διαμένειν σῶον, κατηρτισμένον εἰς πᾶν ἔργον ἀγαθόν. ὡς καλός σου ὁ δρόμος· ὁμολογία γὰρ Χριστοῦ. ὡς αἰνετόν σου τὸ ὑπομονητικόν· πρόξενον γὰρ βασιλείας οὐρανῶν. Μὴ δὴ ὀλιγωρήσειας, ὦ παῖ μου· ἔτι μικρὸν μακροθύμησον, ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. οἵαν χαρὰν μέλλεις ἔχειν ἐν τῇ ἀναλύσει ἢ τοῦ τόπου ἢ τοῦ σώματος. ἀλλὰ τίς ἄξιος ἄρτι τοῦ δευτέρου ἐπιτυχεῖν; φοβοῦ τὸν θεόν, πρόσεχε σεαυτῷ, μίσει τὴν ἡδονὴν ὡς λίαν ὀδυνηράν, φίλει τὸν θεὸν ὡς μόνην χαράν· ὅς σε καὶ διατηρήσειεν μέχρι τέλους ἀσινῆ. εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει. ὁ Κύριος μετὰ σοῦ. 351 {1Ἡγησίμῳ τέκνῳ}1 Ἡ χάρις σοι ἀπὸ θεοῦ, Ἡγήσιμε, τέκνον μου ἠγαπημένον· ἐβράδυνα τοῦ ἐπισκέψασθαί σε, ἀλλὰ τὴν αἰτίαν διηγοῦνται οἱ ἀδελφοί. ἐρωτῶ σε καὶ παρακαλῶ ἐπιμένειν καὶ μακροθυμεῖν τὴν ἐξορίαν, τὸν περιορισμόν. ὅρα τὸν τόπον καὶ τὸν τρόπον τοῦ καθίσματός σου, ἵνα ἐν Κυρίῳ ᾖ· βλέπε τοὺς ἀοράτους ἐχθρούς, ἵνα μὴ λάβωσι χώραν ἐν σοὶ δι' ὑποδοχῆς τῶν πονηρῶν λογισμῶν. καθ' ἡμέραν πόλεμος ἀλλὰ καὶ στέφανοι, μὴ ὑποπιπτόντων ἡμῶν. Οὕτως βίωσον ὡς ἄγγελος, ὡς μάρτυς Χριστοῦ· κἂν ὑποχαυνοῦσαι καὶ τιτρώσκεσαι ὑπὸ τοῦ ἐχθροῦ, ἀλλὰ θᾶττον ἀνάστηθι, καθάρθητι, ἀσφαλίσθητι, καὶ οὕτω διεξιὼν διασῴζου, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοί σε ἀσπάζεται. ὁ Κύριος μετὰ σοῦ. 352 {1∆ωροθέῳ τέκνῳ}1 Εὐλογηθείης ὑπὸ Κυρίου, τέκνον μου ∆ωρόθεε· χάρις σοι καὶ ἔλεος, ἰσχὺς καὶ κραταίωσις. τὴν βραδυτῆτα τῆς ἐπισκέψεως ἀγγελοῦσιν οἱ ἀδελφοί. βλέπε, ἀδελφέ, πῶς ἀναστρέφῃ, πῶς διαζῇς· μὴ ἀθύμει, ἀλλὰ μακροθύμει· μὴ ὀλιγώρει, ἀλλ' ὑπόμενε. μὴ ἄνοιγε θύραν τοῖς πονηροῖς λογισμοῖς, ἀλλ', ὅταν ἐπαναστῶσιν, ἀνθίστα, βρῦξον πρὸς αὐτούς, καὶ αὐτοὶ ἐν ὀνόματι Κυρίου οἰχήσονται φυγαδευθέντες. ψάλλε οὓς οἶδας ψαλμούς, εὔχου πλεῖστα· ἐν τῇ καρδίᾳ φόβος Κυρίου, ἐν τῷ στόματι δόξα θεοῦ, ὅπως φυλαχθείης ἀσινής. Τὸ λοιπὸν εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. ὁ Κύριος μετὰ σοῦ. 353 {1Πέτρῳ τέκνῳ}1 Αὐτὸς οὐ διαλιμπάνεις δι' ἑκάστης ἐπιστολῆς ἐγκωμιάζειν ἡμᾶς τοὺς ἀγεράστους, ἡμεῖς δέ, τὰ καθ' ἑαυτοὺς ἐπαισθανόμενοι, στένομεν μᾶλλον ἢ χαίρομεν, μὴ ὄντες οὕτως. πλὴν ἀποδεχόμεθά σου, τέκνον ἠγαπημένον, τὴν πίστιν,