1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

212

χρώμενος ἀφειδῶς, ὡς ἐχθρὸς τοῦ βασιλέως ἐκολάζετο 443 καὶ ἀμνημόνευτος ὠνομάζετο. μοναστήρια δὲ τὰ εἰς δόξαν θεοῦ καὶ τῶν σωζομένων καταφύγια οἴκους κοινοὺς καθίστα τῶν ὁμοφρόνων αὐτῷ στρατιωτῶν. τὴν γοῦν ∆αλμάτου πρώτιστον οὖσαν ἐν τοῖς κοινοβίοις τοῦ Βυζαντίου στρατιώταις εἰς κατοικίαν δέδωκεν, τὰ Καλλιστράτου τε λεγόμενα καὶ τὴν ∆ίου μονὴν καὶ τὰ Μαξιμίνου ἄλλους τε μοναστῶν ἱεροὺς οἴκους καὶ παρθενῶνας ἐκ βάθρων κατέλυσεν. τοὺς δὲ μοναχικὸν βίον ἀναλαβέσθαι ἐπιτηδεύσαντας ἐκ τῶν ἐπισήμων ἐν στρατείᾳ ἢ ἐν τέλει, καὶ μάλιστα τοὺς ἐγγίζοντας αὐτῷ καὶ μύστας γεγονότας τῶν αὐτοῦ ἀσελγειῶν καὶ ἀρρητοποιϊῶν θανάτῳ καθυπέβαλεν ὑπονοούμενος τὴν ἐκ τῶν ἐξαγορεύσεων προσγινομένην αὐτῷ αἰσχύνην· διά τοι τοῦτο καὶ Στρατήγιον, τὸν τοῦ Ποδοπαγούρου ἀδελφόν, ἀστεῖον ὄντα τῷ εἴδει προσλαβόμενος, (ἐφίλει γὰρ προσοικειοῦσθαι τοῖς τοιούτοις διὰ τὰς ἀκολασίας αὐτοῦ) αἰσθόμενός τε αὐτὸν ἀηδῶς ἔχοντα πρὸς τὰς ἀθεμίτους ἀνδρομανίας αὐτοῦ καὶ τῷ μακαρίῳ Στεφάνῳ, τῷ ἐγκλείστῳ τοῦ ἁγίου Αὐξεντίου, ταύτας ἐξαγορεύοντα σωτηρίας τε φάρμακα λαμβάνοντα, ὡς ἐπίβουλον αὐτοῦ τοῦτον διαφημίσας σὺν τῷ ἐγκλείστῳ, ὡς προλέλεκται, ἀνεῖλεν. ἐποίησε δὲ εὐθηνῆσαι τὰ εἴδη ἐν τῇ πόλει τῷ χρόνῳ τούτῳ. νέος γὰρ Μίδας γενόμενος τὸν χρυσὸν ἀπεθησαύρισε καὶ τοὺς γεωργοὺς ἐγύμνωσεν, καὶ διὰ τὴν τῶν φόρων ἀπαίτησιν ἠναγκάζοντο οἱ ἄνθρωποι τὰς τοῦ θεοῦ χορηγίας εὐώνως πιπράσκειν. τῷ δ' αὐτῷ ἔτει Νικήτας, ὁ ψευδώνυμος πατριάρχης, τὰς ἐν τῷ πατριαρχείῳ εἰκόνας τοῦ μικροῦ σεκρέτου διὰ μουσείου οὔσας ἔξεσεν, καὶ τοῦ μεγάλου σεκρέτου τῆς τροπικῆς ἐξ ὑλογραφίας οὔσας κατήνεγκεν, καὶ τῶν λοιπῶν εἰκόνων τὰ πρόσωπα ἔχρισεν· καὶ ἐν τῷ Ἀβραμιαίῳ δὲ ὁμοίως πεποίηκεν. κηʹ. ιδʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει ἔστεψεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Εὐδοκίαν ὁ τρίγαμος τρίτην οὖσαν αὐγούσταν ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβίτων τῇ αʹ τοῦ Ἀπριλλίου μηνός, ἰνδικτιῶνος ζʹ, ἡμέρᾳ σαββάτῳ, καὶ τοὺς ἐξ αὐτῆς δύο υἱοὺς αὐτοῦ, Χριστοφόρον καὶ 444 Νικηφόρον, τῇ ἐπαύριον, ἥτις ἦν βʹ τοῦ Ἀπριλλίου μηνὸς ἡμέρα κυριακὴ τοῦ ἁγίου πάσχα, προεβάλετο καίσαρας ἐν τῷ αὐτῷ τριβουναλίῳ, τοῦ πατριάρχου ποιήσαντος τὴν εὐχήν, καὶ τοῦ βασιλέως ἐπιθέντος αὐτοῖς τάς τε χλαίνας καὶ τὰ καισαρίκια περικεφάλαια· ὡσαύτως καὶ Νικήταν, τὸν ἔσχατον ἀδελφὸν αὐτῶν, ποιήσας νοβελίσιμον ἐπέθηκεν αὐτῷ χλαῖναν χρυσῆν καὶ τὸν στέφανον. καὶ οὕτω προῆλθον ῥίπτοντες οἱ βασιλεῖς ὑπατείαν τριμίσια καὶ σημίσια καὶ νομίσματα καινούργια ἕως τῆς μεγάλης ἐκκλησίας. κθʹ. ιεʹ. γʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐγένετο καταλλαγὴ ἐν Συρίᾳ, ἄνθρωπον πρὸς ἄνθρωπον καὶ γυναῖκα πρὸς γυναῖκα καὶ παιδίον ὁμοίως πρὸς παιδίον· καὶ ἐπέτρεψεν ὁ Ἀβδελᾶς τοὺς πώγωνας αὐτῶν ξυρισθῆναι καὶ γενέσθαι καμηλαύκια πήχεος μιᾶς ἥμισυ. παρεκάθισε δὲ ὁ Ἀβδελᾶς τὸ Κάμαχον μετὰ πʹ χιλιάδων ὅλον τὸ θέρος καὶ μηδὲν ἀνύσας ὑπέστρεψε κατῃσχυμμένος. τῇ δὲ αʹ τοῦ Νοεμβρίου μηνὸς τῆς ηʹ ἰνδικτιῶνος εἰσῆλθεν Εἰρήνη ἐξ Ἀθηνῶν ἐλθοῦσα ἀπὸ τῆς Ἱερείας ἐν τῇ βασιλευούσῃ πόλει δρομώνων καὶ χελανδίων πλείστων ἐστολισμένων σηρικοῖς παλλίοις, καὶ τῶν τῆς πόλεως προυχόντων σὺν γυναιξὶ προσαπαντώντων καὶ προαγόντων αὐτῇ. καὶ τῇ γʹ τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς τοῦ πατριάρχου ἐλθόντος ἐν τῷ παλατίῳ ἐν τῇ ἐκκλησίᾳ τοῦ Φάρου ἐγένετο τὰ πρὸς τὴν αὐτὴν Εἰρήνην τοῦ βασιλέως Λέοντος σπόνζα· καὶ τῇ ιζʹ τοῦ ∆εκεμβρίου μηνὸς ἐστέφθη ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως ἡ βασίλισσα Εἰρήνη, καὶ ἀπελθοῦσα ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῇ ∆άφνῃ ἔλαβε τὰ τοῦ γάμου στέφανα σὺν τῷ τοῦ Κωνσταντίνου υἱῷ Λέοντι τῷ βασιλεῖ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. λʹ. ιʹ. αʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βανάκας τὴν Ῥωμανίαν καὶ πολλοὺς ᾐχμαλώτευσεν· καὶ Ῥωμαῖοι εἰσῆλθον εἰς τὴν τετάρτην Ἀρμενίαν καὶ 445 ἐσκύλευσαν αὐτήν. τελευτᾷ δὲ ὁ Σάλεχ, καὶ μετεποιήθη