«ἴστω τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι», φασὶν οἱ παλαιοί, ὡς διὰ τριῶν ἦν ἔθος ὀμνύειν, καὶ ὅτι ∆ράκων Ὁμήρου προϋποθεμένου οὕτως ἔταξε, ∆ία, Ποσειδῶνα, Ἀθηνᾶν,οἱ δὲ ∆ία, Ποσειδῶνα, ∆ήμητραν, ὡς ∆ημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἀλλαχοῦ δέ φησιν Ὅμηρος «Ζεῦ πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον», καὶ»ἴστω Ζεὺς ξενίη τε τράπεζα ἑστίη τ' Ὀδύσσεως». ἐγίνετο δέ τι τοιοῦτον καὶ κατὰ τὰς θυσίας, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. καὶ οὕτω μὲν ταῦτα. (ῃ. 39 ς.) Ἥρα δὲ κολακεύουσα τὸν ἄνδρα ἐπάγει «σή θ' ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν κουρίδιον, τὸ μέν», ἤγουν ὃ δή, «οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι». Καὶ ὅρα ὅπως τε τὸ νόμιμον σεμνύνει λέχος, ὅρκον καὶ αὐτὸ ποιῶν καὶ οὕτω τὰς συζυγίας εἰς ὁμόνοιαν προκαλούμενος, καὶ ὡς ὁ Ζεὺς μὲν ἁπλούστερον φιλότητα καὶ εὐνὴν ὠνόμασεν ἐν τῷ «εἴ σοι χραίσμῃ φιλότης 3.698 τε καὶ εὐνή», ἡ δὲ Ἥρα σεμνοτέραις χρῆται προσηγορίαις, λέχος κουρίδιον εἰποῦσα, ἔτι δὲ καὶ εἰς ὅρκον αὐτὸ ἀναγαγοῦσα, καὶ τὸ σεμνὸν σεμνοτέρως τῷ σχήματι τοῦ ὅρκου φράσασα, ἐφ' οἷς ὁ Ζεὺς κολακευθεὶς γαληνιᾷ καὶ εἰς μειδίαμα τρέψας τὸν θυμὸν λέγει ἃ λέγει. Ὅρα δὲ καὶ ὅρκου δεξιότητα. δέον γὰρ ὀμόσαι τὴν Ἥραν, ὅτι οὐκ ἐποίησέ τι πρὸς ἀπάτην, ὡς ᾐτιάθη πρὸς τοῦ ∆ιός, ἡ δὲ τοῦτο μὲν οὐ ποιεῖ, ἔγνωσται γὰρ ἤδη τῷ ∆ιΐ, καὶ οὐδὲ ὁ ποιητὴς ἐθέλει γυμνάζειν εἰς ἐπιορκίαν τοὺς ἀκροατάς, ὀμνύει δὲ ἄλλως ἀληθευτικῶς, καὶ ἐπεὶ οὐκ ἔστιν ἐπὶ τοῖς φθάσασιν ὀμόσαι, ἐπιλέγεται ὅρκον ἀπὸ τοῦ τέλους, καὶ λέγει, ὡς οὐ διὰ συμβουλὴν τὴν ἀπ' αὐτῆς ὁ Ποσειδῶν ποιεῖ, ἃ ποιεῖ, ἀλλ' οἴκοθεν ὁρμηθείς. (ῃ. 41-4) Φησὶ γὰρ «μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ' ἀρήγει, ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει, τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς». Καὶ ἔστιν ὁ λόγος οὗτος ἀληθής. ἤθελε μὲν γὰρ ἡ Ἥρα βοηθηθῆναι τοὺς Ἀχαιούς, οὐκ ἐπώτρυνε δὲ ὅμως αὐτὴ τὸν Ποσειδῶνα, ἀλλ' ὁ ὕπνος οἴκοθεν τοῦτο ἐποίησεν, οὐδὲ τοῦτο τῆς Ἥρας ὑποθεμένης. αὐτῇ γὰρ ἤρκει μόνον κοιμίσαι τὸν ∆ία, ὡς τὸ ἐντεῦθεν ἀρετῇ οἰκείᾳ τῶν Ἑλλήνων περιγενησομένων. (ῃ. 36 ς.) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσι γῆ μὲν ὁρκωμοτεῖται διὰ τὸ κατ' αὐτὴν τίμιον ὡς κοινὴ ἑστία καὶ πάντων μήτηρ, καθὰ καὶ ἐν ἄλλοις δηλοῦται, οὐρανὸς δὲ ὡς πάντα περιειληφὼς καὶ τὰ τιμιώτατα δὲ φέρων, Στὺξ δὲ διὰ τὴν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλουμένην αἰτίαν. ταύτης δὲ τὸ ὕδωρ κατείβεσθαι λέγεται, ἤγουν καταρρέειν ἐκ πέτρας, ὡς καὶ ὁ Ὀδυσσειακὸς μῦθος δηλοῖ. [ ̓Ιστέον δὲ ὡς ἡ τροπὴ μὲν τὸν μέγιστον οὐρανὸν ταπεινοῦσα παραβύει στόματι αὐτὸν ἐν τῷ τὴν ὑπερῴαν οὐρανὸν καλεῖν, ὁ δὲ ὑποκορισμὸς καὶ ἀμφότερα τρόπον τινὰ σμικρύνει, τόν τε γὰρ κατὰ στόμα οὐρανὸν οὐρανίσκον λέγει, καὶ τοῦ ἑτέρου δὲ ὅμοιόν τι κατατολμᾶν δοκεῖ ἐν τῷ «παρ' Ἀλεξάνδρῳ, ἔνθα ἐσκήνου, ὑποτείνοντες οὐρανίσκοι διάχρυσοι ἦσαν».] (ῃ. 37 ς.) Τὸ δὲ «ὅς τε μέγιστος ὅρκος» δύναται μὲν καὶ δίχα τοῦ ˉσ γράφεσθαι, ἵνα εἴπῃ Στυγὸς ὕδωρ, ὅπερ μέγιστός ἐστιν ὅρκος, ἔστι δὲ Ἀττικώτερον καὶ καινοπρεπὲς 3.699 μετὰ τοῦ ˉσ προενεχθὲν ἀκολούθως τῷ «μέγιστος ὅρκος», ὅμοιον ὡς καὶ εἴ τις εἴποι τάδε καὶ τάδε γέγονεν, ὅσπερ νόμος θεοῦ, ἤγουν οἷος ὁ τοῦ θεοῦ νόμος, καὶ πάλιν· τόδε καὶ τόδε συνέβη, ἥτις δίκη προνοίας ἐστὶν ἀντὶ τοῦ οἵα. Ὁ δ' ἐπὶ τῇ κεφαλῇ ὅρκος οὐ μόνον σεμνόν, ἀλλὰ καὶ τῶν ἄλλων ἐπαγωγότερον, καὶ μᾶλλον ὅτε καὶ ἀγαθὸν αὐτῇ ἐπίκειται ὄνομα, οἷον ἱερὰ κεφαλή ἢ τιμία ἢ θεία ἢ τοῦ παντὸς ἀξία [ἢ φίλη,] ἢ εἴ τι τοιοῦτον. καὶ λέχος δὲ καλὸν εἰς ὅρκον οὐ τὸ τυχόν, ἀλλὰ τὸ ἔνθεσμον καὶ κουρίδιον, ᾧ συνυπακούεται τὸ τῆς παρθενείας σεμνόν. τὸ γὰρ τοιόνδε οὐ μάτην ὄμνυται, ὡς ὅ γε μὴ ἐπὶ τοιούτῳ λέχει ὅρκος δοκεῖ μὴ τοῦ παρόντος ἀνδρὸς ἔχεσθαι, ἀλλά τινος ἑτέρου φθάσαντος, ὅθεν καὶ μάτην ὄμνυται πρὸς τὸν ἄρτι συνόντα. (ῃ. 39) Ἐν δὲ τῷ «νωΐτερον λέχος», ἤγουν ἡμέτερον, «αὐτῶν» δι' ἀκρίβειαν πρόσκειται τὸ αὐτῶν, ἵνα μὴ συγγενικὸν ἢ φιλικὸν ἢ ἄλλως οἰκεῖον λέχος νοηθῇ, ἀλλ' αὐτοῦ τοῦ ∆ιὸς καὶ τῆς Ἥρας. οὐ