213
τύχῃ χρησαμένων ὄντες, καὶ τοῖς μὲν αὐτῶν ἀπέδοσαν τὰς ἀρχὰς, χειρὶ πολλῇ καταγαγόντες, ἐνίους δὲ εὐεργετήσαντες μεγάλα καὶ τῆς οἰκείας ποιήσαντες ἐκλαθέσθαι τῇ ὑπερβολῇ τῶν δωρεῶν, ἔπεισαν αὐτοῖς συνεῖναι διὰ βίου, τὴν παρὰ βασιλεῖ δουλείαν πολὺ βελτίω νομίσαντας καὶ θαυμασιωτέραν τῆς ἀρχῆς τῶν 2.54 ὁμοφύλων. τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν Σίσμανος ἱκέτης γέγονε τῆς Ῥωμαίων βασιλείας, οὐ πρὸς τὴν οἰκείαν δεόμενος καταγαγεῖν, ἀλλὰ προνοίας τινὸς τυχεῖν, κακοπραγῶν καὶ τῆς ἀρχῆς ἐκβεβλημένος. Ἀλέξανδρος δὲ ὁ ὑμέτερος βασιλεὺς, ὡς ἔοικε, διὰ τὴν βασιλέως τελευτὴν τὰ Ῥωμαίων πράγματα παντάπασι νομίζων διεφθάρθαι καὶ μηδένα τὸν προστησόμενον κεκτῆσθαι, ἐκεῖνον ἀπέστειλεν αἰτῶν μετὰ πολλῆς τῆς παῤῥησίας καὶ τὸ κελευόμενον ποιεῖν, μηδὲν πολυπραγμονοῦντας ἀξιῶν. τὸ δ' ἐναντίως ἔχει ἢ ᾠήθητε αὐτοί. βασιλεύς τε γὰρ ἔτι περιὼν, ἡμῖν χρώμενος τοὺς ἀδικεῖν ἐθέλοντας ἐτιμωρεῖτο, καὶ νῦν ἐξ ἀνθρώπων ἐκείνου γεγενημένου, ἡμεῖς ἀμυνούμεθα ὑπὲρ ἡμῶν αὐτῶν, ἄν τις ἐπίῃ, ὑπὸ βασιλέα τὸν ἐκείνου παῖδα τεταγμένοι, καὶ τήν τε χώραν ἡμῶν φυλάξομεν ἀπαθῆ κακῶν, καὶ ὑπὲρ φιλοτιμίας τῆς ἀνέκαθεν Ῥωμαίοις προσηκούσης πολεμήσομεν ὑμῖν προθύμως. οὐ γὰρ μικρὸν τοῦτό γε, οὐδὲ εὐκαταφρόνητον ἡμῖν εἰς ἀδοξίας λόγον, τὸ τὸν φυγάδα παρ' ἡμῖν γεγενημένον, ἢ ὑμῶν ἢ ἑτέρων κελευόντων, ἐπὶ θανάτῳ προδιδόναι. ἂν μὲν οὖν καὶ αὐτοὶ τῆς ἀτοπίας τῶν τοιούτων ζητημάτων ἀποστάντες, εἰρήνην ἄγειν καὶ ταῖς σπονδαῖς ἐμμένειν καὶ τοῖς ὅρκοις, οὓς πρὸς βασιλέα ἔθεσθε, ἐθέλητε, πειρασόμεθα καὶ ἡμεῖς τῶν καθεστώτων μηδὲν κινεῖν. ἂν δ' ἄρχητε αὐτοὶ πρότεροι πολέμου, τὸν θεὸν καὶ ἡμεῖς μάρτυρα τῆς ἀδικίας προστησάμενοι, ὃν 2.55 αὐτοὶ ἐπιορκεῖτε διαλύοντες τὰς σπονδὰς, διδάξομεν ὑμᾶς μηδὲν πέρα τοῦ προσήκοντος φρονεῖν. καὶ ἢ Σίσμανον τριήρεσι διὰ τοῦ Ἴστρου καταστήσαντες ἐπὶ Βιδήνην καὶ πόλεμον ἐμφύλιον ἀνάψαντες ὑμῖν, ἴστε γὰρ δήπου καὶ αὐτοὶ, ὡς πολλοὶ Μυσῶν προσχωρήσουσιν ἐκείνῳ διὰ τὴν ἀρχαίαν φιλίαν καὶ τὴν οἰκειότητα τοῦ γένους, ἢ παντάπασιν Ἀλέξανδρον ἐκβαλοῦμεν τῆς ἀρχῆς, ἢ τά γε δεύτερα, οὐ μέτριά τινα ζημιώσομεν αὐτὸν, ἢ εἰ μὴ τοῦτο δοκοίη, ὡς ἐλάττονος ἢ προσῆκε τῆς ἐπικουρίας γινομένης, ἀλλ' ἔγωγε αὐτὸς ἅμα στρατιᾷ Ῥωμαίων ἔχων καὶ Σίσμανον, ὑμῖν ἐπιστρατεύσω καὶ μαχοῦμαι προθυμότατα ὑμῖν, οὐ μόνον παρασπονδούμενος αὐτὸς, ἀλλὰ καὶ ἀδικουμένῳ βοηθῶν, καὶ προσέτι γε στασιάζουσι πρὸς ἑαυτοὺς καὶ τοῖς μὲν Ἀλεξάνδρῳ προσκειμένοις, τοῖς δὲ ἥδιον ἂν ἀπαλλαξομένοις καὶ πρὸς Σίσμανον ἀποχωρήσουσιν, ὅπερ οὐκ οἴομαι ὑμῖν λυσιτελήσειν. ἐγὼ δὲ καὶ τρόπον ἕτερον πολέμου, ἐξ οὗ τήν τε ὑμετέραν κακοῦν ἡμῖν καὶ τὴν οἰκείαν ἐξέσται διασώζειν, οὐκ ἀποκρύψω, ἵνα μή τινων ἀνηκέστων πρὸς τὸν πόλεμον συμβάντων, οὐχ ἡμᾶς αἰτίους, ἀλλὰ σφᾶς αὐτοὺς εἰδείητε αὐτοῖς. τῶν γὰρ κατὰ τὴν Ἀσίαν Σατραπῶν ὁ δυνατώτατος, ὃν οὐδ' αὐτοὶ ἀγνοεῖτε παρειληφότες ἀκοῇ, Ἀμοὺρ ὁ τοῦ Ἀϊτίνη, τὴν βασιλέως πεπυσμένος τελευτὴν καὶ νομίσας καὶ αὐτὸς ῥᾷστα ληΐσεσθαι Ῥωμαίους διὰ τὸ μηδένα εἶναι τὸν ἀμυνούμενον ὑπὲρ αὐτῶν, πεντήκοντα καὶ διακοσίας πληρώσας ναῦς, πᾶσαν ἐποι 2.56 εῖτο σπουδὴν κακοῦν τὴν ἡμετέραν. ἐπεὶ δὲ ἐπυθόμην αὐτὸς τῶν Περσῶν τὴν ἐσομένην εἰσβολὴν, πρεσβείαν πέμψας πρὸς ἐκεῖνον, ἐν τοῖς μάλιστα ἐξητασμένον τῶν φίλων τῶν ἐμῶν, ἐκέλευον ἀναστρέφειν καὶ ἀπέχεσθαι τῆς πείρας, ὡς οὐδέσιν ἄλλοις ἐπιστρατεύσοντα ἢ ἐμοί. ὁ δ' ἅμα τε ἐδέξατο τὴν πρεσβείαν καὶ ἀνέστρεφεν ἐκ μέσης τῆς ὁδοῦ. νυνὶ δὲ ἐνταῦθα πρὸς ἐμὲ πρεσβείαν πεπομφὼς, δεῖται μὴ περιιδεῖν αὐτῷ τὴν στρατιὰν εἰκῇ συνειλεγμένην, ἀλλ' εἴ τις πρός τινα πόλεμος ἡμῖν, χρήσασθαι αὐτῇ, ὡς ἂν ἥ τε στρατιὰ ὠφεληθείη ἀπὸ τῶν πολεμίων τῶν λαφύρων, ἐκεῖνός τε μὴ μάτην εἴη τοσαῦτα χρήματα ἀναλωκὼς, ἀλλ' αὐτὸ τοῦτό γε καρπώσαιτο, τὸ ἀναλωκέναι ὑπὲρ φίλου. οὐ χρὴ δὲ ἀπιστεῖν τοῖς λεγομένοις, κόμπου ἕνεκα καὶ αὐχήματος διακένου πεπλάσθαι οἰομένους. πρὸς γὰρ τῷ μὴ εὐχερεῖς ἡμᾶς πρὸς πλάσματα καὶ ψεύδη εἶναι, ἔξεστι καὶ