213
εμεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα. Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ετη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ' ἡμέραις εικοσι. λόγος δὲ ην ὡς ὑπὸ τῆς γυναικὸς ̓Αγριππίνης φαρμάκοις ἀνῄρητο· ης πατὴρ ην Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ ∆ομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν ̔Ρώμῃ, ου τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος αγεται εχουσαν καὶ παῖδα ∆ομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ης παῖδας ειχε Βρεττανικὸν καὶ ̓Οκτάβιον. καὶ ̓Οκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς ειχεν, ην τῷ Νέρωνι ηρμοσε· τοῦτο γὰρ τὸν τῆς ̓Αγριππίνης υἱὸν τὸν ∆ομέτιον μετωνόμασεν υστερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ινα τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ ̓Αγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω. Ειχε μὲν ουν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν ̔Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν ̓Ιουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν οχλον, ων πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. εχων δὲ ἀπεχθῶς πρὸς ̓Ιωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις 2.46 αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν ̓Ιουδαίαν, πρόφασιν ἐζήτει δι' ην τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οι ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τῷ πλήθει καὶ τὸν ̓Ιωνάθην ἀνεῖλον. ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἱ λῃσταὶ ἀναβαίνοντες ους μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, ους δ' ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες ανθρωποι τὸν οχλον ἀνέπειθον επεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεῖα καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ων πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἱ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς ̔Ρωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον. Σύρων δὲ καὶ ̓Ιουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν ̓Ιουδαῖοι πρωτεύειν ἠξίουν ὡς ̔Ηρώδου τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν ̔Ηρώδην ὡμολόγουν, εφασαν δὲ καὶ πρῴην πόλιν ειναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν ̓Ιουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τῶν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ ̓Ιουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτῶν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ οτι πλεῖστοι τῶν ὑπὸ ̔Ρωμαίους στρατευομένων Καισαρεῖς ησαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς ̓Ιουδαίους ἀνθύβριζον· ειτα λίθοις ἀλλήλους εβαλλον, εως πολλοὶ ἐτρώθησάν τε καὶ επεσον ἀμφοτέρωθεν· νικῶσι δὲ 2.47 ̓Ιουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς ̓Ιουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν ̓Ιουδαίων ἐπιεικέστεροι καὶ οἱ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη. ̔Ο δὲ βασιλεὺς ̓Αγρίππας δίδωσι τὴν ἀρχιερωσύνην ̓Ισμαὴλ υἱῷ τοῦ Φαβεί. εσχον δὲ πρὸς ἀλλήλους στάσιν οι τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις εβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ην. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο ὡς καὶ πέμπειν ἐπὶ τὰς αλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, οθεν οἱ αποροι τῶν ἱερέων ὑπ' ἐνδείας ἀπέθνησκον. Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἱ Καισαρεῖς ̓Ιουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα αν ετισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ