213
αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται. Εὐλόγηκεν. ἐβλασφήμησεν. ἐπὶ τοῦ ̓Ιώβ· εὐλογῶν εὐλογήσει σε. Εὐμοίρησε. καλῶς ἐκληρώσατο. Εὐνηθέντεσ. κοιμηθέντες. Εὐνοουμένη. εἰρηνεύουσα. καλῶς διακειμένη. καὶ ἐν εὐαγγελίῳ· ισθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. η οτι καταδέχου μᾶλλον ἀδικεῖσθαι. η ουτως· δίκασον τῇ δίκῃ ὡσανεὶ τὴν ἐκείνου τάξιν εχων. Εὐοδώσω. ὁδηγήσω. Εὐοδεῖν. εὑρίσκω παρὰ τοῖς ̓Αττικοῖς. Θεόπομepsilon.921 πος· ἀλλ' εἰ δοκεῖ, χρὴ ταῦτα δρᾷν, εὐοδεῖν πορεύομαι. τὸ δ' ὁδεύειν οὐδὲ παρ' ἑνὶ τῶν ἐλλογίμων. Εὐόμενοσ. φλογιζόμενος. εὑόμενος δὲ ὁ φωτιζόμενος, δασεῖαν. Εὐπλοῦν. τὸ εὐημερεῖν. Εὐπλοῆσαι. τὸ καλῶς πλεῦσαι. Εὐριζῶν. πλατύνων, η καλὰς ῥίζας εχων. Εὐρωτιῶντεσ. ἠφανισμένοι. Εὐρύνω. πλατύνω. *εὑρίσκω. ἐπαινῶ.* Εὐρυβατεύεσθαι. πονηρεύεσθαι. φασὶ γὰρ τὸν Εὐρύβατον τὸν ἑνὰ τῶν Κερκώπων τοιχωρύχον ειναι· οἱ δὲ προδότην παρὰ τοὺς χρόνους τοὺς πρὸ Κροίσου. Εὐρύβατον ανδρα φασὶ τοῦτον ̓Εφέσιον ειναι καὶ λαβόντα χρήματα παρὰ τοῦ Κροίσου, ωστε στρατιὰν συναγαγεῖν εἰς τὸν epsilon.922 πόλεμον τὸν εἰς τοὺς Πέρσας, προδότην γενόμενον, ἐγχειρίσαι τῷ Κύρῳ τὰ χρήματα τοῦ Κροίσου. καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτας καλεῖσθαι. Εὐσκευοῦμεν. καλῶς παρεσκευασάμεθα· πρὸς θάνατον. ουτω μὲν εὐσκευοῦμεν. Εὐστομεῖν. τὸ εὐφημεῖν. καὶ οἱ Ιωνες ευστομα κείσθω φασίν. Εὐσυνθετεῖν. εὐνοϊκῶς εχειν. Μασσαγέται ἐβουλεύσαντο εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον. Εὐφημεῖ. καλῶς λαλεῖ. ἐπαινεῖ. Ευχεται. παρακαλεῖ. Ευχομαι. ἐπὶ τοῦ λέγειν τάττει Ομηρος. Μέντης Αἰγιάλοιο δαΐφρονος ευχομαι ειναι. Ευχεται. καυχᾶται. epsilon.923 Ευχομαι. ἀντὶ τοῦ καταρῶμαι παρὰ ̓Αριστοφάνει. Εὐχροεῖσ. εὐσωματεῖς. Εὐωρεῖ. παίζει. Εὐδοκῶ. ἐπιθυμῶ, εὐφραίνομαι. καὶ ὁ ̓Απόστολος· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν υβρεσιν. ο ἐστιν ἐπιθυμῶ ειναι ἐν τούτοις. Εὐπροσωπῆσαι. εὐδοκιμεῖν. οσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, ητοι παρ' ἀνθρώποις. ( ̓Επίῤῥημα.) Ευγε. καλῶς, ὁσίως. λέγεται καὶ ἐπὶ εἰρωνείας πολλάκις. Ευ σημαίνει τὸ καλόν. παρὰ τὸ ἐῢς, ο σημαίνει τὸν θεράποντα η τὸν ἀγαθόν. ὡς γὰρ ἀπὸ τοῦ τάχα γέγονεν ἐπίῤῥημα ταχὺ, καὶ ονομα ταχὺ παιδίον, εὐρὺς εὐρὺ, ουτως καὶ παρὰ τὸ ἐῢς ἐῢ καὶ ἐν συναιρέσει ευ. ωφειλε δὲ ὀξύνεσθαι, ἀλλὰ πᾶσα δίφθογγος τελικὴ εἰς ˉυ λήγουσα, ἐφ' ἑαυτῆς εχουσα τὸν τόνον, περισπᾶται. Εὐεκτῶσ. ὑγιῶς. Εὐεκτικῶσ. σχετικῶς. Εὐεπιβόλωσ. σαφῶς καὶ ὀρθῶς. epsilon.924 Εὐείκτωσ. εὐπειθῶς. Εὐθίκτωσ. εὐαφῶς, εὐψηλαφήτως. Εὐθύ. κατεναντίον. σημαίνει καὶ τὸ εως. καὶ εἰς οιον καὶ εὐθὺ ὁρμῶ ἀντὶ τοῦ καλῶς. καὶ παρὰ Θουκυδίδῃ τὸ παραχρῆμα καὶ ταχέως καὶ τὸ ἐξ εὐθείας καὶ ἀσκόπως. Εὐθύσ. ἀντὶ τοῦ ἐν ἀρχῇ. καὶ εὐθέως, παραυτίκα. ἀμφότερα ̔Ελληνικά. ̓Αριστοφάνης· εὐθὺς γάρ σ' εχω μέσον. Εὐθύωρον. ἀντὶ τοῦ κατ' εὐθείας ̓Αντιφῶν. καὶ Ξενοφῶν αὐτῇ τῇ ωρᾳ. καὶ δὴ εὐθυωρὸν ἀπεβίω. Εὐκτῶσ. μετὰ εὐχῆς, η εὐχερῶς. Εὐκρινῶσ. σαφῶς, καθαρῶς. Εὐκαρδίωσ. προαιρετικῶς. ἡ δὲ κόρη ὑπακούει τὲ εὐπροθύμως καὶ εὐκαρδίως. Εὐλόφωσ. γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος. καὶ αυθις· ὁ δὲ εὐλόφῳ αὐχένι τὴν ασκησιν ὑπομένων ἐφαίνετο. Εὐμαρῶσ. ὑγιῶς. εὐχερῶς· εὐκόλως· εὐμαρῶς· πρᾴως· ἱλαρῶς. Εὐνούστατα. φιλίως. Εὐνοϊκῶσ. φιλικῶς. εὐνοϊκῶς διακείμενος. epsilon.925 Εὐοργήτωσ. ἀντὶ τοῦ εὐτρόπως. ὀργὴ γὰρ ὁ τρόπος παρὰ Θουκυδίδῃ. Εὐοφθάλμωσ. ἀντὶ τοῦ εὐπρεπῶς, καὶ ἀντὶ τοῦ εὐόπτως. Εὐπετῶσ. εὐχερῶς. εὐκόλως. Εὐπρεπῶσ. κοσμίως. ὡραίως. Εὐπότμωσ. εὐτυχῶς. Ευ πράττειν. ουτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν. εἰσὶ τοῦ ἠθικοῦ ειδους. ευ διάγειν. ουτως ̓Επίκουρος εγραφε. χαίρειν δὲ ὁ Κλέων. Εὐράξ. ἐκ πλαγίου. Εὐσυναλλάκτωσ. εὐμεταδότως. Εὐσχημόνωσ. εὐλαβῶς. σεμνῶς. Εὐσταθῶσ. βεβαίως, ἀσφαλῶς. ὁ δὲ ἐστρατοπέδευσεν εὐσταθῶς, ῃπερ ἐβούλετο. Εὐσταλῶσ. κούφως. Εὐφραδέωσ. πεφρασμένως καὶ συνετῶς. παρὰ τὸ φράδην. η εὐπρεπῶς καὶ κοσμίως. ἀπὸ τοῦ φράζειν συνετῶς. epsilon.926 Εὐοὶ σαβοί. βακχικὸν ἐπίφθεγμα. τῇ δὲ φωνῇ τῶν Φρυγῶν τοὺς μύστας δηλοῖ. ἀφ' ου καὶ ὁ