αὐτοὺς ἐπὶ τοῦ Κεγένους πτῶμα. ἀμέλει καὶ συναίσθησιν λαβόντων τῶν Πατζινάκων τῆς ἐπελεύσεως τῶν Ῥωμαίων (ἤδη γὰρ καὶ ὁ Τυρὰχ καὶ οἱ σὺν αὐτῷ τῆς πόλεως ἀπολυθέντες ἄρχοντες ἑνωθέντες ἦσαν αὐτοῖς καὶ τὰ συμφέροντα τούτοις ἐσπούδαζον, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς τὸν Μονομάχον ὑποσχέσεσι) καὶ προδραμόντων τῶν ἀλκιμωτέρων, καὶ τοῦ Κεκαυμένου μέγιστον ἀναβοῶντος καὶ παρακαλοῦντος νῦν εἶναι καιρὸν τῆς συμπλοκῆς, ὁπηνίκα σποράδες εἰσὶ καὶ διεσπαρμένοι, καὶ μὴ περιμένειν τὸ ἅπαν ἄθροισμα, οὐκ ἐπῄνει μὲν καὶ τὸ λοιπὸν πλῆθος τῶν Ῥωμαίων τοὺς ἐκείνου λόγους, ὁ δὲ ῥαίκτωρ καὶ προφανῶς κατεγέλα, παῦσαι, λέγων, ὦ στρατηλάτα, καὶ ἐμοῦ στρατηγοῦντος αὐτὸς μὴ παραστρατήγει. οὐ χρὴ γὰρ διεσπαρμένοις ἐπιβήσεσθαι τοῖς Πατζινάκαις, μή πως πτυρέντες ὑποδύσωνται τὰς λόχμας. ἐμοὶ δὲ ἀκολουθοῦντι, ὦ τᾶν, οὐ παρέπονται κύνες θηρατικοί, οἵτινες ῥινηλατοῦντες ἐξάξουσιν αὐτοὺς τῶν καταφυγῶν. καὶ τὰ μὲν τῶν Ῥωμαίων ἦσαν ἐν τούτοις, οἱ δὲ πρόδρομοι τῶν Πατζινάκων πλησίον γενόμενοι τῆς παρεμβολῆς τῶν Ῥωμαίων, μικρὸν ἐκκλίναντες, στρατοπεδεύουσι καὶ αὐτοὶ καὶ τοῖς ὄπισθεν δηλοῦσιν ἥκειν τὴν ταχίστην. πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, τῇ ἐπαύριον ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαϊκὰς δυνάμεις, ἀντιπαρατάττονται καὶ αὐτοί. καὶ τοῖς ὄπισθεν ἔτι δηλοῦσιν ἥκειν τὴν ταχίστην, πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, ὡς ἔφαμεν, ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαικὰς δυνάμεις. εἶχε δὲ τῆς μὲν Ῥωμαϊκῆς φάλαγγος τὸ μέσον αὐτὸς ὁ ῥαίκτωρ, τοῦ δεξιοῦ δὲ κέρατος ἦρχεν ὁ Κεκαυμένος, θατέρου δὲ ὁ Φραγγόπωλος. συμβολῆς δὲ γενομένης τρέπονται Ῥωμαῖοι, τῶν στρατηλατῶν πρώτων ἐκκλινάντων πρὸς τὴν φυγήν. αὐτοὶ μὲν γὰρ οὐδὲ τὸν κτύπον, ὅ φασιν, τῶν ποδῶν τῶν ἵππων ἐνεγκόντες ἐτράπησαν, μόνος δὲ ὁ Κεκαυμένος μετὰ τῶν ἑαυτοῦ στὰς θεραπόντων καί τινων συγγενῶν ὀλιγοστῶν καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσε μετὰ πάντων τῶν σὺν αὐτῷ. τότε μὲν οὖν οὐκ ἐτόλμησαν διῶξαι οἱ Πατζινάκαι ἐνέδρας πτοηθέντες, καὶ παρὰ τοῦτο διασωθῆναι ἴσχυσαν ἀσινεῖς οἱ Ῥωμαῖοι· τέως δὲ τοὺς πεσόντας σκυλεύσαντες, καὶ πολλῶν ἁρμάτων γενόμενοι κύριοι καὶ αὐτῆς τῆς Ῥωμαϊκῆς παρεμβολῆς σὺν τῇ ἀποσκευῇ, κατασκηνοῦσιν ὑπὸ τὴν Ῥωμαϊκὴν τάφρον. καί τις δὲ Πατζινάκος τὴν κλῆσιν Κουλῖνος, εἰδὼς τὸν Κεκαυμένον, οἷός ἐστιν ἐξ ὅτου περ ἦρχε τῶν παρὰ τῷ Ἴστρῳ φρουρίων καὶ ἀνεμίγνυντο ἀλλήλοις τὰ γένη, εὑρὼν αὐτὸν ἐν τοῖς νεκροῖς κείμενον καὶ σκυλεύων, ἐπεὶ περιστρέψας αὐτὸν ἐς τὸ ὕπτιον ἀπὸ τοῦ προσώπου ἐγνώρισε καὶ κατέλαβεν ἔτι ἐμπνέοντα, ἐπιθεὶς εἰς ἵππον (ἔκειτο γὰρ ἄφωνος διὰ τὸ καιρίας λαβεῖν πληγάς, μίαν μὲν κατὰ γυμνοῦ τοῦ κρανίου, πεσόντος τοῦ κράνους αὐτοῦ, διήκουσαν ἀπὸ κορυφῆς ἄχρι τῶν ὀφρύων, ἑτέραν δὲ ἀπὸ τοῦ τραχήλου, ἔνθα περ ἡ γλῶσσα ἐρρίζωται, καὶ διατεμοῦσαν τὸν τράχηλον καὶ εἰς τὸ στόμα πεσοῦσαν, καὶ ἔξαιμος γενέσθαι) ἐπήγαγεν εἰς τὴν ἑαυτοῦ σκηνήν, καὶ ἐπιμελείας καὶ φροντίδος ἀξιώσας περιεποίησε. καὶ οἱ μὲν Πατζινάκαι τὴν ἐπελθοῦσαν οὕτω ῥᾳδίως ἀποσκευασάμενοι δύναμιν, ἀδεῶς τὸ ἀπὸ τοῦδε τὴν Ῥωμαίων γῆν ἐληΐζοντο. ὁ δὲ βασιλεὺς διὰ τῶν φυγόντων μαθὼν τὸ ἀτύχημα ἤλγησε μὲν ὡς εἰκός, ἤθροιζε δὲ πάλιν δυνάμεις, ἀνελάμβανε δὲ καὶ τὰς προσούσας, καὶ ἐς τὸ ἐπιὸν ἔτος τὴν γενομένην ἧτταν ἐπανορθώσασθαι ἔσπευδε. τῆς δὲ τρίτης ἐπιστάσης ἰνδικτιῶνος τοῦ φνηʹ ἔτους, τὸν ἑταιρειάρχην Κωνσταντῖνον στρατηγὸν αὐτοκράτορα προχειρισάμενος ὁ βασιλεὺς ἐκπέμπει κατὰ τῶν Πατζινάκων. καὶ ὃς τάς τε νεωστὶ περαιωθείσας ἐξ ἑῴας δυνάμεις ἀνειληφὼς καὶ τὰς ἐν τῇ ἑσπέρᾳ παραχειμαζούσας ἀθροίσας ἐν Ἀδριανουπόλει γίνεται, κἀκεῖσε χάρακα πηξάμενος βαθὺν ἔκειτο διασκοπούμενος μετὰ τῶν ἀρίστων, πόθεν ἂν ποιήσηται τὴν εἰς τὰ πρόσω πορείαν. ἐν ᾧ δὲ οὗτος διενοεῖτο, αἰφνίδιον κατὰ τὴν ὀγδόην τοῦ Ἰουνίου μηνὸς οἱ Πατζινάκαι τὸν Αἷμον διαβάντες ἐπιφαίνονται τῇ Ἀδριανουπόλει. καὶ διὰ τῶν σκοπῶν μηνυθείσης τῷ Κωνσταντίνῳ τῆς τούτων ἐφόδου, βουλὴ προετέθη, εἰ