213
φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλλους. Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοὶ, μηδὲ ἁμαρτίᾳ ὑπέκειντο, οὐδεμίαν εἶχον συγγνώμην διδόναι τοῖς ἁμαρτάνουσιν, ἀλλ' ἀπανθρωπίᾳ φερόμενοι πάντας ἐκθερίζειν εἶχον τῆς Ἐκκλησίας. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐ στοχαζόμενος λέγω, φέρε ἐξ αὐτῆς τῆς ἱστορίας πείσωμεν· Πέτρος ἤμελλεν πιστεύεσθαι τὰς κλεῖς τῆς βασιλείας, μᾶλλον δὲ καὶ ἐπιστεύθη τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἤμελλεν πιστεύεσθαι τὸ πλῆθος τῶν λαῶν. Τί γάρ φησιν ὁ ∆εσπότης πρὸς αὐτόν; Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τῷ οὐρανῷ, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τῷ οὐρανῷ. Ἦν οὖν ὁ Πέτρος ἀνήμερος καὶ ἀπότομος. Εἰ δὲ ἔσχεν καὶ τὸ ἀναμάρτητον, ποίαν συγγνώμην εἶχον οἱ παρ' αὐτοῦ διδασκόμενοι; Ἀλλὰ διὰ τοῦτο ἡ θεία χάρις πραγματεύεται πρὸς ὀλίγον αὐτοῦ ἀποστῆναι, ὥστε ἁμαρτήματι περιπεσεῖν τὸν Πέτρον, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθεν, φιλανθρωπότερος γένηται πρὸς τοὺς ἄλλους. Καὶ βλέπε τινα συγχωρεῖ περιπεσεῖν ἁμαρτήματι· Πέτρον ἐκεῖνον τὸν κορυφαῖον τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν περίβολον τῆς Ἐκκλησίας, τὸν λιμένα τὸν ἀχείμαστον, τὸν πύργον τὸν ἀσάλευτον· Πέτρος ἐκεῖνος, ὁ λέγων τῷ Χριστῷ, Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε καταλ[ε]ίπω· Πέτρος ὁ ἐκ θείας ἀποκαλύψεως τὴν ἀλήθειαν ὁμολογήσας, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος οὗτος ἐλθὼν ἐν τῇ νυκτὶ ἐκείνῃ ᾗ παρεδόθη ὁ Χριστὸς, καὶ στὰς ἐπὶ τῆς ἀνθρακιᾶς, ἐθερμαίνετο· καὶ προσελθοῦσα ἡ κόρη λέγει αὐτῷ· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου ἦς. Ὁ δὲ Πέτρος· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ ἐπηγγείλω; οὐκ ἀρτίως ἔλεγες, Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι; Καὶ νῦν ἀρνῆσαι καὶ λέγεις, Οὐκ οἶδα τοῦτον τὸν ἄνθρωπον. Οὐδέπω βασάνους, οὐ μάστιγας εἰδὼς, ἀλλ' ἁπλῶς μικρᾶς κόρης ῥήματα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῆσαι, Πέτρε· οὐδέπω βασανιστήρια, οὐδέπω πληγαὶ, οὐδέπω μάστιγες, οὐδέπω θυμοὶ, οὐδέπω ξίφη ἠκονημένα, οὐδέπω ἄρχοντες ἀπειλοῦντες, οὐδέπω θάνατος προσδοκώμενος ἢ ἀπειλούμενος, οὐδέπω φυλακαὶ, καὶ κρημνοὶ, καὶ θάλασσα, καὶ ἤδη ἀρνῆσαι; Καὶ αὖθις ἡ κόρη· Ἀληθῶς καὶ σὺ μετ' αὐτοῦ ἦς. Ὁ δὲ πρὸς αὐτήν· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῆσαι; οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνὴ, μᾶλλον δὲ οὐδὲ γυνή· καὶ αὐτὴ θυρωρὸς, ἀπεῤῥιμμένη, αἰχμάλωτος, οὐδενὸς λόγου ἀξία. Ὢ κακῶν πραγμάτων! Κόρη τὸν Πέτρον ἐνίκησεν· κόρη προσελθοῦσα τοῦ Πέτρου τὴν πίστιν ἐτάραξεν. Πέτρος ὁ στύλος οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησεν, καὶ αὐτὸς ἐσαλεύθη. Τίνα εἶδες, ὦ 96.137 Πέτρε, καὶ ἀρνῆσαι; κόρην εὐτελῆ, εὐκαταφρόνητον, θυρωρόν· ταύτην εἶδες καὶ ἀρνῆσαι; ἀλλ' ὅμως πάλιν τὸ τρίτον· Καὶ σὺ μετ' αὐτοῦ ἦς; Ὁμοίως ἠρνήσατο. Καὶ οὕτως ἐμβλέψας αὐτὸν ὁ Χριστὸς, εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκεν τῶν λεχθέντων. Ὁ δὲ συνεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ, ἀλλ' ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρτίαν. Εἶδε γὰρ, ὡς Θεὸς, ὅτι ἀνθρωπίνου τι ὑπέστη. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον ἁμάρτημα, καὶ τὸ τοῦ ∆εσπότου συγχώρημα, συγχωρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν. Αὐτὸς γὰρ συνεχωρήθη ὑποπεσεῖν ἁμαρτίᾳ, ὁ τὴν Ἐκκλησίαν μέλλων πιστεύεσθαι, ὁ στύλος τῶν Ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως. Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης, συνεχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπόθεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται. Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς, καὶ ἐπὶ τοῦ θρόνου καθεζόμενοι, ἁμαρτίαις συνδεδέμεθα. ∆ιὰ τοῦτο οὐκ ἄγγελος ἐπιστεύθη τὴν ἱερατείαν, οὐκ ἀρχάγγελος· ἀναμάρτητοι γάρ εἰσιν· ἵνα μὴ τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυνοῖς βάλλωσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπων ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἁμαρτίᾳ καὶ ἡδονῇ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρτάνοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλανθρωπότερος γίνηται περὶ ἐκεῖνον. Εἰ γὰρ ἦν ἄγγελος ἱερεὺς, καὶ ἔλαβέ τινα πορνεύσαντα, αὐτὸς ἀνῄρει, ὅτι αὐτὸς τῷ πάθει τούτῳ οὐχ ὑπόκειται.