213
προσβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ. Οὕτως ἡ θεία χάρις τὴν τοῦ Ἰὼβ περιέφρατ τεν οἰκίαν· καὶ μάρτυς ὁ πολέμιος βοῶν· "Οὐ σὺ περιέφραξας τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τῆς οἰκίας 80.1613 αὐτοῦ;" Ἐπειδὴ δὲ συνεχώρησε, κἀκεῖνος τὴν οἰκείαν ἔδειξε πονηρίαν, καὶ ὁ δίκαιος κριτὴς τὸν νικηφόρον ἐστεφάνωσεν ἀθλητήν. ιαʹ. "Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου." Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· "Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς." Ἠκούσαμεν δὲ καὶ Ἰακὼβ τοῦ πατριάρχου λέγοντος· "Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν." Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰ κέτην παραθαῤῥύνων ἔφη, "Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν." Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς δι' ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. ιβʹ. "Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου." Τῆς παντοδαπῆς παρ' αὐτῶν ἀπολαύσεις προνοίας, ἵνα μηδὲ βραχεῖά σου ποθὲν προσγένηται βλάβη· τὸ σμικρὸν γὰρ τῆς βλάβης, διὰ τοῦ προσπταῖσαι τῷ λίθῳ δεδήλωκε. Τὸ δέ· "Ἐπὶ χειρῶν ἀροῦσί σε," ἀντὶ τοῦ χειραγωγή σουσι, ποδηγήσουσι, παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν. ιγʹ. "Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα." Τῶν δυνατω τάτων καὶ πικροτάτων ἐμνήσθη θηρίων, τὴν κατὰ παντὸς εἴδους πονηρίας ἐπικράτειαν δηλῶσαι θε λήσας. ∆ιὰ μὲν γὰρ τοῦ λέοντος καὶ τοῦ δράκοντος τὴν ἰσχὺν ἐσήμανε· δυνατὰ γὰρ ταῦτα κομιδῆ τὰ θηρία. ∆ιὰ δὲ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου, τὴν ἄκραν πονηρίαν ᾐνίξατο. Ἡ μὲν γὰρ ἐνίησι θανατη φόρον ἰὸν, ὁ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται. Καὶ αὐτῶν μέντοι τῶν θηρίων κρείττους ἐγένοντο πολ λοὶ πεπιστευκότες Θεῷ. Οὕτως ὁ θαυμάσιος ∆α νιὴλ τὰ τῶν λεόντων ἐπέδησε στόματα· οὕτως ὁ θεσπέσιος Παῦλος τὴν ἀπὸ τῆς ἐχίδνης οὐκ ἐδέξατο βλάβην· [καὶ ἵνα συντόμως εἴπω, ἐπὶ τὰ παλαιὰ ἀναδράμωμεν·] οὕτως, ὁ Νῶε, τοῖς θηρίοις συν διαιτώμενος ἀλύμαντος διεσώθη. Οὕτω μυρίοι τὸν ἐρημικὸν ἀσπασάμενοι βίον, καὶ θηρίοις συμβιο τεύοντες διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος τῆς τού των περιγίνονται λύμης. ιδʹ, ιεʹ. "Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐ τόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κε κράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ." 80.1616 Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός· Ῥύσομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβού λων, τῇ ἐμῇ ἐλπίδι φραξάμενον· διὰ τοῦτο αὐτὸν φρουρήσω τε καὶ σκεπάσω, καὶ λαλοῦντος ἀκούσο μαι, καὶ τὴν δέησιν δέξομαι. "Μετ' αὐτοῦ εἰμι ἐν θλίψει." Κἄν τινι πειρασμῷ περιπέσῃ, συν έσομαι, καὶ τὴν ἀρκοῦσαν προσοίσω παραψυχήν. "Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν." Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν λυπηρῶν, ἀλλὰ καὶ περίβλεπτον ἀπεργάσομαι. ιʹ. "Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου." Παρέξω δὲ αὐτῷ καὶ τὸ εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ τὴν ἐσομένην αὐτῷ κατὰ τὸν μέλλοντα βίον σωτηρίαν προδείξω. Τούτων καὶ ὁ μακάριος ἀπήλαυσεν Ἐζεκίας. Προσθήκην γὰρ αἰτήσας ζωῆς, πέντε καὶ δέκα ἐτῶν ἔλαβεν ἀριθμόν· πολλὴν δὲ καὶ ἐκ τῆς τῶν Ἀσσυ ρίων ἀπωλείας ἐκτήσατο περιφάνειαν· καὶ λίαν αὐ τῷ ἁρμόττει τό· "Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου." Ἀλλὰ καὶ ἅπαντες οἱ εἰς τὸν Θεὸν ἠλπικότες παντο δαπῶν ἀπολαύσουσιν ἀγαθῶν· ὡς καὶ αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι, καὶ τὰ νῦν ὁρώμενα μαρ τυρεῖ.
ΕΡΜΗΝ. ΤΟΥ Αʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ Σαββά του." Τὸ Σάββατον ἀργίαν
ἐνομοθέτει, ἀλλ' οὐ πᾶσαν ἀργίαν· τὴν γὰρ πνευματικὴν ἐργασίαν πολλαπλασίαν ἐποίει· εὐχαῖς γὰρ καὶ ὕμνοις προσεδρεύειν ἐκέλευσε, καὶ τῷ Θεῷ διπλᾶς ἱε ρεύειν θυσίας· τῶν σωματικῶν τοίνυν πόνων παῦ λαν ἔχειν ὁ περὶ τοῦ Σαββάτου