213
ἐξ ἧς καὶ οἱ λόγοι σοι τοιοῦτοι. ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναί με, ἐν ἐξαιρέτῳ πιττακίῳ ἐσήμανα κοινῇ πᾶσι· πολλοὶ γάρ εἰσιν οἱ τὰ αὐτὰ ἐρωτῶντες καὶ κόπος μοι πρὸς πάντας ἀποδιδόναι λόγον. αὐτὸς δέ θερμοτέρως προσεύχου τῆς ταπεινώσεώς μου ἵνα σῴζοιμι ἐκ Κυρίῳ ὁ ἁμαρτωλός. καὶ πάλιν τὰς ἀποστολάς σου ἐδεξάμην· καὶ ἕως πότε οὐ μὴ ἀνῇς; ὅλως ἀνταμείψεταί σοι Κύριος ἃ φιλεῖς. Ὁ σὺν ἐμοὶ προσαγορεύει σε, τοὺς σὺν σοὶ κἀγώ. 354 {1Τῷ οἰκονόμῳ τῆς Συμβόλου}1 Ἀπεδεξάμην τὴν ἐπιστολὴν τῆς ἀγάπης σου καὶ ἀνέγνων καὶ ἐπέγνων τὴν ταπεινοφροσύνην σου, δι' ἧς ὑψοῖ θεὸς τοὺς ἀγαπῶντας αὐτόν· ἔνθεν καὶ ἠξίωσαι κοινωνὸς τῶν παθημάτων αὐτοῦ γενέσθαι ἐν τῇ νυνὶ μαρτυρίᾳ. εἰ δὲ ὅτι ἡττηθέντες οἱ χριστομάχοι τῇ καρτερᾷ σου ὑπομονῇ ἀπέλυσάν σε, τοῦτο οὐδέν σοι ἐλάττωμα, ἀλλὰ νίκη. εὐαρέστει οὖν τῷ θεῷ ἐν ᾧ τόπῳ καθέζῃ· μαρτύριον γὰρ καθ' ἑκάστην ἐστὶ τὸ κατὰ συνείδησιν τῷ ἀγωνιζομένῳ καὶ καθαίροντι ἑαυτὸν ἀπὸ τῶν ἐπανισταμένων δαιμονικῶν λογισμῶν. Φυλαχθείης μοι εὔθυμος, εὔσωστος, εὐκλεής, προσευχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀνεπιλήστως. τοὺς σὺν σοὶ ἀδελφοὺς προσκυνῶ. 355 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Ὅτι ἤκουσα τῆς φωνῆς σου, ὦ τριπόθητε, ἐσκίρτησεν τὸ ταπεινόν μου πνεῦμα καὶ ἔδοξα ἐν ὀφθαλμοῖς σε ὁρᾶν, περιφὺς ὅλος τῷ ἱερῷ σου προσώπῳ, οὗ τὰ ἰνδάλματα οὔποτε ἀπολήγει μοι οὐδ' ἂν ἀπολήξοι, κἂν ἐπέκεινά σε Γαδείρων ἀποίσωσιν οἱ σώματι διατέμνειν ἡμᾶς ἐξουσιάζοντες, οὕτω τοῦ πόθου βιαζομένου, ὡς τὸ εἰκός. σὺ δὲ ἡμᾶς, ἁγιώτατε, ὡς ἀδελφὸν μὲν ποθῶν καὶ ἐπαινῶν οὐκ ἂν δέξαιο κατηγορίας ἔγκλημα (φέρει γὰρ ἡ φύσις), ἄλλως δέ πως εὐφημῶν τὴν ἀλήθειαν ἀδικοίης· εἰμὶ γάρ, ὡς οἶσθα, ἁμαρτωλός, ἐνδεὴς φωτός, οὐ φωτίζων, οὐδέ τι μεγαλειότερον τῶν σῶν, οὔ τινος ἄλλου τῶν νῦν ἐνισταμένων ὑπὲρ Χριστοῦ φέρων. Εἴθε τὰ ἴσα. ἀλλὰ πῶς ὁ καιρὸς ἤνεγκε τὰ τῆς καθ' ἡμᾶς ἐκκλησίας, πῶς δοκιμάζονται οἱ πάντες ὡς ἐν χωνείᾳ· καὶ ὅμως ὀλίγοι οἱ χρυσοειδεῖς, τῶν ἁπάντων σχεδὸν μολυβδιώντων. τοῦ Κυρίου ὁ λόγος· ἀλλ' ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. λάβε μοι τὸν Λεόντιον πρὸς τῶν ἄλλων· οἷα θὴρ ἀνήμερός ἐστι διώκων τοὺς συμμαθητὰς καὶ πορθῶν τὰς ἐκκλησίας τοῦ θεοῦ· ὃν ὁ Κύριος ἐπιστρέψειεν καὶ ἡμᾶς ἐνισχύσειεν εἰς τὸν προκείμενον ἀγῶνα, ὃν οὐκ ἄλλο τι ἡγητέον ἢ μαρτύριον Χριστοῦ ἰσόρροπον τοῖς πάλαι. Προεδιώχθης ὑπὲρ ἀληθείας, ἐφυλακίσθης, ἐμονώθης, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς τληπαθήσας πολλά· τρισσεύεις τοῖς πάθεσι νῦν, φέρων ἃ φέρεις, τρίπλοκόν σοι παρὰ τῆς Ἁγίας Τριάδος τὸ στεφάνωμα, ὁσιώτατε. ἐχέτω ἡ Θεσσαλονίκη τοῖς προλαβοῦσι καὶ τὰ σὰ καλλωπίζεσθαι αἰωνίως, ἐχέτω καὶ Θεόδωρος ἐπ' ἀδελφῷ τοιούτῳ γάννυσθαι καὶ αὐχεῖν, μηδὲν οἴκοθεν φέρων αἰνέσιμον. τοῦτο ἡ εὐγένεια τοῦ πνεύματος, ζῆν καὶ μετὰ θάνατον, αὕτη ἡ ζητουμένη παρὰ θεῷ πρᾶξις, τοῦτο ὁ ἀρραβὼν τῆς ἀτελευτήτου βασιλείας· ἧς σὺν σοὶ ἀξιωθείην κἀγὼ ὁ τάλας, συνεπόμενος ὀρθοδόξως καὶ ὀρθοβίως. Ὁ σὺν ἐμοί σε καὶ μάλα δουλοπρεπῶς ἀσπάζεται, ὡς κἀγὼ τὸν ἱερὸν Ἄνθον. 356 {1Λιτοΐῳ τέκνῳ}1 Μετὰ τὸ ἀπαρτίσαι με τὴν ἀνατροπὴν ἐδεξάμην πάλιν τοὺς ἰάμβους καὶ ἐγένετό μοι εἰς κόπον, πλὴν καλῶς ἐποίησας, τέκνον, δήλους αὐτοὺς γνωρίσας. ἡ οὖν διὰ μέσου ἀκροστιχὶς οὐ διασῴζεται· οὐ γὰρ ἐπὶ πάντων τῶν στίχων ἐκ τῆς ἑβδόμης συλλαβῆς ἄρχεται, ἀλλὰ ἐξ ἄλλης καὶ ἄλλης, διατέμνει δὲ καὶ τὴν ὀπίσω συλλαβήν, καὶ τοῦτο οὐκ ἔστιν ἀκροστιχίς. πλὴν ἴδε πῶς ἐποίησα καὶ γνώσῃ τὸ σαφές. δέξαι τοίνυν τὰ τετράδια καὶ ἀνάγνωθι καὶ εὐθὺς μετάγραψον, ἀποδιδοὺς πάλιν ταῦτα. ἀσφαλῶς δὲ κάτεχε, μὴ ἐκφερομυθῶν αὐτὰ εἰς τοὺς ἀσεβεῖς· θανάτου γὰρ παραίτιον. ἐὰν δέ τις πιστὸς ἀναγνοὺς εὕροι τι ἐλλιπὲς ἢ ἀντίστοιχον, ἤγουν λέξιν ἤτοι νόημα, ἢ καὶ αὐτὸς διερχόμενος ἐπανορθώσει, μᾶλλον δὲ δηλοποιήσει μοι· οὐ γὰρ ὡς ἔτυχεν ἔγραψά τι, ἀλλὰ καὶ πολὺς λόγος ῥεῖ ἀληθείας, ὡς δοκῶ, ἐν αὐτοῖς. Μνημόνευε ἡμῶν, τέκνον,