213
Γερμανίκεια εἰς Παλαιστίνην. Τῷ δ' αὐτῷ ἔτει μιμησάμενος ὁ Λαχανοδράκων τὸν διδάσκαλον αὐτοῦ πάντα μοναχὸν καὶ μονάστριαν τοὺς ὑπὸ τὸ θέμα τῶν Θρᾳκησίων ὄντας συνῆξεν εἰς Ἔφεσον καὶ ἐξαγαγὼν αὐτοὺς εἰς πεδίον λεγόμενον Τζουκανιστῆριν ἔφη πρὸς αὐτούς, ὅτι "ὁ μὲν βουλόμενος τῷ βασιλεῖ πειθαρχεῖν καὶ ἡμῖν ἐνδυσάσθω στολὴν λευκὴν καὶ λαβέτω γυναῖκα τῇ ὥρᾳ ταύτῃ, οἱ δὲ τοῦτο μὴ ποιοῦντες τυφλούμενοι εἰς Κύπρον ἐξορισθήσονται." καὶ ἅμα τῷ λόγῳ τὸ ἔργον ἐτελέσθη, καὶ πολλοὶ μάρτυρες ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀνεδείχθησαν, πολλοὶ δὲ καὶ λειποτακτήσαντες ἀπώλοντο, οὓς καὶ ᾠκειοῦτο ὁ ∆ράκων. τῇ δὲ αὐτῇ θʹ ἰνδικτιῶνι, Ἰαννουαρίῳ μηνὶ ιδʹ, ἐτέχθη Λέοντι τῷ βασιλεῖ καὶ Εἰρήνῃ υἱός, καὶ ὠνομάσθη Κωνσταντῖνος, ζῶντος ἔτι Κωνσταντίνου τοῦ πάππου αὐτοῦ. λαʹ. ιζʹ. βʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βανάκας τὴν Ῥωμανίαν καὶ κατελθὼν ἀπὸ Ἰσαυρίας εἰς τὸ κάστρον Συκῆς παρεκάθισεν αὐτό. ἀκούσας δὲ ὁ βασιλεὺς ἔγραψε πρὸς Μιχαήλ, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, καὶ πρὸς Μάνην, τὸν τῶν Βουκελλαρίων καὶ Βαρδάνην τὸν τῶν Ἀρμενιάκων. καὶ ἐλθόντες ἐκράτησαν τὴν ἔξοδον αὐτῶν κλεισοῦραν οὖσαν δύσβατον πάνυ. ὁ δὲ στόλος τῶν Κιβυραιωτῶν καταλαβὼν μετὰ Πετρωνᾶ [πρωτο]σπαθαρίου καὶ στρατηγοῦ αὐτῶν ὥρμησεν ἐν τῷ λιμένι τοῦ κάστρου. ὁ δὲ Βανάκας ἰδὼν καὶ ἀπογνοὺς ἑαυτοῦ παραθαρρύνει καὶ προθυμοποιεῖ τοὺς ἑαυτοῦ, καὶ ἀνελθὼν πρὸς τὰ καβαλλαρικὰ θέματα ἠλάλαξε καὶ τρέπει αὐτούς, καὶ ἀποκτείνας πολλοὺς καὶ αἰχμαλωτεύσας πάντα τὰ περίχωρα ἐκεῖνα ὑπέστρεψε μετὰ σκύλων πολλῶν. Τῷ δ' αὐτῷ ἔτει ὁ τῶν Θρᾳκησίων στρατηγὸς Μιχαὴλ ὁ Λαχανοδράκων ἀποστείλας Λέοντα τὸν νοτάριον αὐτοῦ, τὸν ἐπιλεγόμενον Κουλούκην, καὶ Λέοντα ἀπὸ ἀββάδων τὸν Κουτζοδάκτυλον, ἔπρασε 446 πάντα τὰ μοναστήρια ἀνδρεῖά τε καὶ γυναικεῖα καὶ πάντα τὰ ἱερὰ σκεύη καὶ βιβλία καὶ κτήνη, καὶ ὅσα ἦν εἰς ὑπόστασιν αὐτῶν, καὶ τὰς τούτων τιμὰς εἰσεκόμισε τῷ βασιλεῖ. ὅσα δὲ εὗρε μοναχικὰ καὶ πατερικὰ βιβλία πυρὶ κατέκαυσεν. καὶ εἴ που λείψανον ἁγίου ἐφάνη τις ἔχων εἰς φυλακτήριον, καὶ τοῦτο τῷ πυρὶ παρέδωκεν, τὸν δὲ ἔχοντα αὐτὸ ὡς ἀσεβοῦντα ἐκόλαζεν. καὶ πολλοὺς μὲν τῶν μοναχῶν διὰ μαστίγων ἀνήλωσεν, ἔστι δὲ οὓς διὰ ξίφους, ἀναριθμήτους δὲ ἐτύφλωσεν. καὶ τῶν μὲν τὰς ὑπήνας κηρελαίῳ ἀλείφων ὑφῆπτε πῦρ καὶ οὕτω τά τε πρόσωπα αὐτῶν καὶ τὰς κεφαλὰς κατέκαιεν, τοὺς δὲ μετὰ πολλὰς βασάνους ταῖς ἐξορίαις παρέπεμπεν. καὶ τέλος οὐκ εἴασεν εἰς ὅλον τὸ ὑπ' αὐτὸν θέμα ἕνα ἄνθρωπον μοναδικὸν περιβεβλημένον σχῆμα. ὃ καὶ μαθὼν ὁ μισάγαθος βασιλεὺς ἔγραψεν αὐτῷ εὐχαριστίας λέγων, ὅτι "εὗρόν σε ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιεῖς πάντα τὰ θελήματά μου." τοῦτον οὖν μιμησάμενοι καὶ οἱ λοιποὶ τὰ ὅμοια διεπράττοντο. λβʹ. ιηʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν ὁ Ἀβδελᾶς εἰς Ἀφρικὴν τὸν Μουαλάβιτον μετὰ πολλοῦ στρατοῦ, καὶ εἰσῆλθεν ὁ Ἀλφαδὰλ Βαδινὰρ εἰς Ῥωμανίαν καὶ ἔλαβεν αἰχμαλώτους πεντακοσίους. οἱ δὲ Μομψουεστεῖς συναντηθέντες αὐτοῖς καὶ πολεμήσαντες ἀπέκτειναν ἐκ τῶν Ἀράβων χιλίους. ὁ δὲ Ἀβδελᾶς ἀπελθὼν εἰς τὰ Ἱεροσόλυμα ἐπενήστευσε καὶ ἐπέτρεψε γραφῆναι τοὺς Χριστιανοὺς καὶ τοὺς Ἑβραίους εἰς τὰς χεῖρας. καὶ πολλοὶ τῶν Χριστιανῶν διὰ θαλάσσης ἔφυγον εἰς Ῥωμανίαν. ἐκρατήθη δὲ ὁ Κούρικος Σέργιος ἔξωθεν Συκῆς, καὶ ὁ Λαχέρβαφος [Σέργιος] εἰς Κύπρον ἐκ προσώπου ὢν τῶν ἐκεῖσε. λγʹ. ιθʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ἰνδικτιῶνος ιβʹ ἐκίνησε Κωνσταντῖνος στόλον χελανδίων β κατὰ Βουλγαρίας καὶ εἰσελθὼν καὶ αὐτὸς εἰς τὰ Ῥούσια χελάνδια ἀπεκίνησε πρὸς τὸ εἰσελθεῖν εἰς τὸν ∆ανοῦβιν ποταμὸν καταλιπὼν καὶ τοὺς τῶν καβαλλαρικῶν θεμάτων στρατηγοὺς ἔξω τῶν κλεισουρῶν, εἴ πως δυνηθῶσι τῶν Βουλγάρων 447 εἰς αὐτὸν ἀσχολουμένων εἰσελθεῖν εἰς Βουλγαρίαν. ἐλθόντος δὲ αὐτοῦ ἕως τῆς Βάρνας, ἐδειλίασε καὶ ἐμελέτα ὑποστρέψαι. ἰδόντες δὲ οἱ Βούλγαροι καὶ δειλιάσαντες ἀπέστειλαν βοϊλᾶν καὶ Τζιγάτον, αἰτούμενοι εἰρήνην