214
αὐτοῖς ἀνερευνῶσιν ἐξευρίσκειν ὡς ἀληθῆ. ἐγὼ μὲν οὖν τὴν εἰρήνην πολλῷ βελτίω καὶ λυσιτελεστέραν ἑκατέροις οἰόμενος ἡμῖν, αὐτός τε ἀσπάζομαι καὶ ὑμῖν ἔχεσθαι ταύτης παραινῶ. διὸ οὐδὲ πρὸς ὑμᾶς ἀπαγορεύω τὸ νῦν ἔχον, ἀλλ' ὡς τάχιστα πρὸς τὸν πέμψαντα ἐπανελθόντες, Σίσμανον μὲν ἀπαγγείλατε μηδέποτε λήψεσθαι προσδοκᾷν· εἰ δ' ἐκείνῳ διὰ ταῦτα πρὸς ἡμᾶς δοκεῖ πολεμητέα εἶναι, ἐν εἴκοσιν ἡμέραις, αἷς δυνήσεσθε ἐπανελθεῖν, τὸν πόλεμον ἀπαγγέλλειν. ἐν τοσαύταις γὰρ καὶ τὸν Ἀμοὺρ πρεσβευτὴν ἐνταυθοῖ παρασκευάσω διατρίβειν, ἵν' εἰ ὁ πόλε 2.57 μος ἀπαγγέλλοιτο, γράμμασιν ἐκείνῳ τὴν ἐνθάδε ἄφιξιν ἐπιτρέψω. πάντως δὲ ῥᾷον οἴεσθαι αὐτὸν ὑμᾶς καὶ προθυμότερον ἀφικέσθαι χρὴ, ἢ πρότερον ἐκ τῆς στρατείας ἀναστρέφειν, πειθόμενον τοῖς λόγοις τοῖς ἐμοῖς. ἂν δ' ἀμελήσαντες τὴν προθεσμίαν ὑπερβῆτε, ἐμοὶ μὲν ἀσφαλὲς οὐκέτι ἡσυχάζειν, ἀλλ' αὐτός τε οἴκοθεν ἐξαρτύσομαι τὰ πρὸς τὸν πόλεμον καὶ τὴν Περσικὴν συμμαχίαν οὖσαν παρεσκευασμένην ἐνθάδε ἄξω· καὶ τοῦ λοιποῦ οὐδ' ἂν αὐτοὶ ἐθέλητε, κατατίθεσθαι ῥᾴδιον ἔσται τὸν πόλεμον ἐμοὶ, οὐ μόνον διὰ τὰ ἀναλωθέντα χρήματα πρὸς τοῦ πολέμου τὴν παρασκευὴν, ἃ κομίζεσθαι ἐκ τῆς ὑμετέρας ἀναγκαῖον, ἀλλ' ὅτι καὶ τοὺς κατὰ συμμαχίαν ἥξοντας βαρβάρους οὐ κεναῖς χερσὶν, ἀλλ' ὠφεληθέντας ἐκ τῆς πολεμίας, πρὸς τὴν οἰκείαν δεῖ ἐπαναστρέφειν. διὰ ταῦτα ὑμᾶς τε σπουδῇ χρήσασθαι πρὸς τὴν ὁδοιπορίαν ἀναγκαῖον, καὶ τὸν ὑμέτερον βασιλέα πυθόμενον τὰ παρ' ἡμῶν, ἃ συνοίσειν οἴεται αὐτῷ, τὴν ταχίστην ἀπαγγέλλειν.» ὁ μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀλεξάνδρου πρεσβευταὶ ὥσπερ ἐκλαθόμενοι τοῦ προτέρου φυσήματος καὶ τῆς μεγαλοῤῥημοσύνης τῆς πρὸς τὰς δημηγορίας μεταβαλόντες, ἐγίνοντο ἱκέται, πλείω αὐτοῖς παρασχεθῆναι προθεσμίαν. αὐτοὶ μὲν γὰρ ἔφασαν πᾶσαν ἐπιδείξεσθαι σπουδὴν πρὸς τὴν ὁδοιπορίαν· ἂν δ' ὁ βασιλεὺς αὐτῶν ἐν ἐσχατιαῖς διάγῃ τῆς ἀρχῆς, οὐκ ἐξαρκέσειν τὰς ἡμέρας, ἐνδεεστέρας οὔσας, ἢ προσήκει ἀνυσθῆναι τὴν ὁδόν. καὶ ἐπεὶ ἐδόκει ἡ ἀξίωσις αὐτῶν 2.58 δικαία εἶναι, τριάκοντα παρείχοντο αὐτοῖς ἡμέραι, ἐν αἷς ἔδει ἐπαναστρέψαντας ἢ τὴν οὖσαν εἰρήνην ἐπιβεβαιοῦν καὶ τὰς σπονδὰς, ἢ πόλεμον καταγγέλλειν. οἱ μὲν οὖν Ἀλεξάνδρου πρέσβεις τοιαύτας ἀποκρίσεις παρὰ τοῦ μεγάλου δεξάμενοι δομεστίκου, πρὸς τὴν οἰκείαν ἐπανῆκον. βασιλὶς δὲ καὶ ἡ σύγκλητος πᾶσα, ἐθαύμαζόν τε τῆς συνέσεως αὐτὸν καὶ χάριτας ᾔδεσαν πολλὰς, ὅτι οὓς αὐτοὶ ὠῤῥώδουν ἐν τῇ προτεραίᾳ καὶ πρὸς οὓς οὐδὲ ἀπολογίας εὐπόρουν εὐπροσώπου, ἀλλ' ἀπορίᾳ πάντοθεν συνείχοντο, τούτους οὕτω κατέστησεν αὐτὸς περιδεεῖς, ὥστε ἀμελήσαντας τῶν ἄλλων δεῖσθαι περὶ τῆς προθεσμίας, ὡς περί τινος ἀναγκαίου. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. ηʹ. Ὁ μέγας δὲ δομέστικος τοῖς μὲν στρατιώταις κατὰ πόλεις ἐκέλευε διὰ γραμμάτων παρασκευάζεσθαι, ὡς, ἢν δέῃ, πολεμήσων τοῖς Μυσοῖς. ὁρῶν δὲ οὐ τοῦ καταλόγου μόνου τοῦ στρατιωτικοῦ πολλοὺς, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους προφάσει τοῦ μὴ τὰς παρὰ βασιλέως ἑκάστῳ τεταγμένας χορηγίας ἀκεραίους εἶναι, παντάπασιν ἀμελοῦντας πρὸς τὰς στρατείας καὶ τῆς ἐξ αὐτῶν ὠφελείας ἀποστεροῦντας τὸ κοινὸν, ἐσκέπτετο, ὅθεν ἂν ἐκείνους τε τῆς πιεζούσης ἀπορίας ἀπαλλάξαι, τὸ ἐλλεῖπον ἑκάστῳ πρὸς τὴν ἐκ βασιλέως πρόνοιαν ἀναπληρώσας, καὶ αὐτὸς αὐτοῖς πρὸς δέον χρήσαιτο ἑκάστῳ, πάντας πρὸς τὸ κοινῇ λυσιτελοῦν ἀποδείξας συνεισφέροντάς τι. οὕτω δὲ περὶ τούτων αὐτῷ φροντίζοντι πρὸς ἑαυτὸν, ὁ Πα 2.59 τρικιώτης προσελθὼν, πολὺν δή τινα χρόνον περὶ ἀπογραφὰς ἠσχολημένος καὶ πεῖραν ἐν τοῖς τοιούτοις ἐσχηκὼς πολλὴν, ἀκηκοέναι ἔφασκεν αὐτὸν πάντας βούλεσθαι πρὸς τὰς στρατείας ἀπροφασίστους παρασκευάζειν ταῖς ἐκ τῶν δημοσίων ἀποτεταγμέναις αὐτοῖς προσόδοις τὰ ἐλλείποντα ἀναπληρῶν ἢ καὶ προστιθείς. τὰ δὲ τοιαῦτα οὔτε βέλτιον, ὥσπερ ἂν εἰδείη καὶ αὐτὸς, οὔτε μὴν μετ' ἐμπειρίας πλείονος ἑτέρῳ τινὶ τῶν πάντων ἢ αὐτῷ ὑπηρετηθείη. ὅτι δὲ μὴ προσκληθεὶς, ἀλλ' αὐτὸς πρότερος προσελθὼν, ἐγχειρισθῆναι τὴν ἀπογραφὴν ἀξιοίη, οὐ δίκαιον ὑποπτεύειν. οὐ γὰρ ἐπιθυμίᾳ