214
διηγόρευσε νόμος. Ἐπεὶ τοίνυν καὶ ὁ μέλλων βίος τῶν τοιούτων ἐστὶ φροντίδων ἐλεύθερος, εἰκότως κατάπαυσις προσηγό ρευται· διάτοι τοῦτο καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐ τοῦ." Καὶ πάλιν· "Ἄρα ἀπολείπεται σαββατισμὸς 80.1617 τῷ λαῷ τοῦ Θεοῦ." Ἐπειδὴ τοίνυν ὁ ψαλμὸς τῶν δικαίων τὴν τιμὴν, καὶ τῶν ἀδίκων προλέγει τὴν τιμωρίαν, ἐν ἐκείνῃ δὲ τῇ καταπαύσει ταῦτα γενήσεται, εἰκότως ταύτην ἐδέξατο τὴν ἐπιγραφήν. βʹ, γʹ. "Ἀγαθὸν ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα." Ἐπωφελὲς, φησὶ, καὶ κερδαλέον τὸ νύκτωρ καὶ μεθ' ἡμέραν σὲ τὸν εὐεργέτην ὑμνεῖν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι, τὴν περὶ ἡμᾶς φιλανθρω πίαν, τὴν κατὰ τῶν ἀδικούντων ἀλήθειαν. Ἐκείνους μὲν γὰρ ἀληθείᾳ χρώμενος κολάζεις ἐνδίκως, ἡμᾶς δὲ τὴν σὴν ἐπίγνωσιν ἔχοντας προμηθείας ἀξιοῖς. δʹ. "Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κι θάρᾳ." Τοιούτοις ὀργάνοις εἰώθασι τὸν Θεὸν ἀν υμνεῖν· λέγει τοίνυν ὅτι, Καὶ ἐν τοῖς νενομισμένοις ἀνακρουομένους ὀργάνοις, καὶ τῇ τῆς γλώττης με λῳδία χρωμένους, δίκαιόν σοι προσφέρειν τὸν χαριστήριον ὕμνον. εʹ. "Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσο μαι." Ὁρῶν γάρ σου τὰς δημιουργίας, καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀγάλλομαί τε καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. ʹ. "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ἐβαθύνθησαν οἱ λογισμοί σου." Ὁ δὲ Σύμμαχος οὕτως· Σφόδρα βαθεῖς οἱ διαλογισμοί σου· Ἀκύ λας δὲ καὶ Θεοδοτίων· Ἐβαθύνθησαν. Τὰ μὲν γὰρ ἔργα σου, φησὶ, μεγάλα καὶ θαυμαστά· τὸ γὰρ ὡς ἐπιτατικῶς τέθεικεν· ἡ δὲ σοφία σου ἀνέφικτον ἔχει τὸ βάθος. Ποῖος γὰρ νοῦς ἱκανὸς ἐξετάσαι τῆς σῆς προνοίας τοὺς λόγους; Ἀλλ' ἡμεῖς μὲν τοῦτο καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν. Οἱ δὲ φρενῶν ἐστερη μένοι, καὶ τὸ λογικὸν ἀπολέσαντες, οὔτε συνιδεῖν ἐθέλουσιν, οὔτε μαθεῖν παρ' ἑτέρων ἀνέχονται. Ταῦτα γὰρ ἐπιφέρει. ζʹ. "Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα." ∆ιαφόρως ταῦτα εἴρηκεν· ὅτι ὁ τὰς φρένας νοσῶν, καὶ συνέσεως ἔρημος, τού των οὐδὲν γινώσκει, οὔτε μὴν ἀκοῦσαι βούλεταί τι περὶ τούτων. ηʹ. "Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Τὸ διέκυψαν, ἤνθησαν ὁ Ἀκύλας εἴρηκεν· οὕτω 80.1620 δὲ καὶ ὁ Σύμμαχος. Οὐκ ἠβουλήθησαν συνιέναι οἱ ἄφρονες, ὅτι ὁμοίως χόρτῳ ἤνθησαν, καὶ χλόῃ παραπλησίως ἀπὸ τῆς γῆς διέκυψαν οἱ τῆς ἀνομίας ἐργάται, καὶ τὸν ὄλεθρον τὸν αἰώνιον μετὰ τὴν παροῦσαν εὐημερίαν κομίσονται. Ζηλωτοὺς δὲ αὐτοὺς, καὶ μακαρίους καλέσαντες ὄψονται συντό μως ἑαυτῶν τὸ τρισάθλιον τέλος. θʹ, ιʹ. "Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται· καὶ διασκορπισθήσονται πάντες οἱ ἐρ γαζόμενοι τὴν ἀνομίαν." Ἐκεῖνοι μὲν γὰρ χόρτῳ παραπλησίως μαραίνονταί τε καὶ φθείρονται· σὺ δὲ κατὰ πάντων ἔχεις τὸ κράτος, πάντων ὑπέρτε ρος ὢν, καὶ τιμωρίαις ὑποβάλλων τοὺς παραπληξίᾳ κατεχομένους. ιαʹ. "Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου." Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι γαυριάσομεν ἐπὶ σοὶ καὶ μεγαφρονήσομεν· ἅτε δὴ τῆς πολυ θέου πλάνης ἀπηλλαγμένοι, καὶ σὲ τὸν ὄντως ὄντα προσκυνοῦντες Θεὸν, [τὸ κέρας τοῦ σταυροῦ ὅπλον κατὰ παθῶν καὶ δαιμόνων δεξάμενοι.] Τὸν γὰρ μο νόκερων πάλιν ἐνταῦθα παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέ ρας, οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυ νοῦσι θεότητα. "Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι." Ὁ δὲ Σύμμαχος οὕτως· Ἡ παλαίωσίς μου, ὡς ἐλαία εὐθαλής. Ἀνθήσω γὰρ, καὶ τὸ γῆρας ἀποθήσομαι, ἐλαίαν τεθηλυῖαν μιμήσομαι, καὶ, κατὰ τοὺς Ἑβδομήκοντα, οἷόν τινι ἐλαίῳ πιαν θήσομαι τῇ θυμηδίᾳ. ιβʹ. "Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου· καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευο