214
ἀεὶ ἐν Κυρίῳ σῴζεσθαι, ὥσπερ καὶ ἡμεῖς περὶ σοῦ. 357 {1Θεοδούλῳ τέκνῳ}1 Ἐφ' ὅσον ᾠκονόμησεν ὁ θεὸς οὕτω γενέσθαι, οὐδὲν ἥμαρτες, τέκνον, ὑποχωρήσας ἐκ μέσου, εἰ καὶ ὅτι τελειότητος ἔργον οὐκ ἔστιν. πλὴν στέρξον μεθ' οὗ εἶ ἀδελφοῦ, ὃν καὶ προσαγορεύω, διασῳζόμενοι ἀμφότεροι καὶ εἰς ἑαυτοὺς διὰ φόβου θεοῦ μεσιτεύοντος, καὶ μὴν καὶ ἀπὸ τῶν αἱρετικῶν θηρῶν ὧδέ τε κἀκεῖσε, ἐν ὄρεσιν, ἐν σπηλαίοις κρυπταζόμενοι καὶ τελειοῦντες τοῦ μακαρισμοῦ τὸν δρόμον, εὐχόμενοί τε καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ εἰς τὸ σῴζεσθαι. Ὁ σὺν ἐμοὶ προσαγορεύει. 358 {1Ναυκρατίῳ τέκνῳ}1 Ὅτι ἀνέσφηλας, εἰ καὶ μὴ τελέως, ἧς ἐπάλαισας δυσφορωτάτης ἀσθενείας μαθὼν ηὐχαρίστησα τῷ Κυρίῳ, ἠγαπημένε. ἔστι δὲ ἡ νόσος γυμναστήριον ψυχῆς, συμφερόντως παρὰ τοῦ οἰκονομοῦντος τὰ καθ' ἡμᾶς θεοῦ ἐπαγομένη, ἐφ' ᾗ εὐδοκεῖν ἡμᾶς δεῖν· ὅταν γὰρ ἀσθενῶ, φησίν, τότε δυνατός εἰμι. Οὕτως μὲν οὗτος ὁ λόγος. τί δὲ ἡ μανία τοῦ ἐλεεινοῦ Λεοντίου καθ' ἡμῶν, οὕτως τοὺς ἀδελφοὺς ἐκθλίβοντος λίαν καὶ χωρὶς αἱματεκχυσίας αἰσθητῆς τὸ αἷμα αὐτῶν κενοῦντος τῇ τῶν σαρκῶν κατατήξει; ὅμως, ἵνα ὁ λόγος τοῦ Κυρίου πληρωθῇ, ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· μὴ γὰρ καὶ αὐτὸς οὐ πρὸς τοῦ οἰκείου μαθητοῦ προδίδοται εἰς θάνατον; ὅρα οὖν οἱ ἀθλοῦντες τίνι ὡμοίωνται, ὅτι Χριστῷ τῷ πρωτομάρτυρι, καὶ τίνι ὁ κολαστὴς ἐπέοικεν, ὅτι οὐ μόνον Ἰούδᾳ τῷ δυσγνώμονι, ἀλλὰ καὶ Πιλάτῳ καὶ Καϊάφᾳ τοῖς θεοκτόνοις. ἐκ προλαβόντων ἧκεν καὶ τὰ παρόντα ἀκόλουθα τῷ δεινῷ Λεοντίῳ, ὡς οἶσθα, ἐκ μοιχειανισμοῦ εἰς τὸ εἰκονομαχεῖν, μᾶλλον δὲ χριστομαχεῖν, καὶ τοσοῦτον εἰς ἀσέβειαν πρὸς τὸν κρατοῦντα, ὅσον καὶ κατὰ τοὔνομα ἐγγίζων τῆς κλήσεως· ὁ μὲν γὰρ Λέων τὸ κύριον, ὁ δὲ Λεόντιος τὸ παράγωγον, ὡς ἐκ πυρὸς φλόξ καὶ ἐκ σιδήρου κέντρον. ἀλλ' ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, συντρίψων τὸ κέντρον, λεπτύνων δὲ καὶ τὸν σίδηρον. διὸ μὴ ἐκκακῶμεν τοῖς παθήμασιν, ἀδελφέ, εἰδότες ὅτι καὶ ἡ μακροπάθεια δοκιμῆς ἔργον καὶ στεφάνων πληθυσμὸς πᾶσι τοῖς ἀγαπῶσι τὸν θεὸν γίνεται, καθάπερ ἄνωθεν καὶ ἀπ' ἀρχῆς τοῖς ἁγίοις. ἐπικρατείτω λοιπὸν ὁ χρόνος, πληθυνέσθωσαν οἱ μάρτυρες, δοκιμαζέσθω ὁ ἀκίβδηλος χρυσός· οὐ γὰρ εἴη ἀξιόδεκτος τῷ χρυσεψητῇ θεῷ τις μὴ κεκαθαρμένος, ταῖς ἀρκούσαις διαπυρώσεσι τὸ δοκίμιον τῆς πίστεως ἀποδεικνύς. Περὶ τοῦ Εὐπρεπιανοῦ ὅτι οὕτως, λυπηρόν μοι τῷ ἁμαρτωλῷ, πλὴν εὐκτέον τὰ περὶ αὐτοῦ. οὐχ οὕτως δὲ ἔχει, οἶδα κἀγώ, περὶ ὧν ἠρώτησας, ὅμως ὅτι κρυπτάγιοι οἱ τοιοῦτοι, εἰς τὸ ἀεὶ λευκοφοροῦντες ἔξω, κἂν ἔνδοθεν φαιοφόροι ὡς μονάζοντες ἢ μονάζουσαι. τοῦτο γὰρ τρόπος οἰκονομίας, ὁ παρὰ τὴν ὑπόκρισιν λεγόμενος, ἐπὶ μικρὸν καὶ χρόνον καὶ τόπον ὑπαλλάξαι καὶ σχῆμα καὶ ἕξιν καὶ ἀναστροφήν, οὐ τὸ εἰς ἀεί· καὶ τοῦ μὲν πρώτου πράκτωρ ὁ Ἅγιος Ἀβράμιος, τοῦ δευτέρου ὁ Ἅγιος ∆αυίδ, τοῦ δὲ τρίτου ὁ Ἅγιος Πέτρος. δυοῖν οὖν προκειμένων κακῶν, πτώσεως καὶ χωλεύσεως, τὸ κουφότερον αἱρετέον, ἤγουν τὸ δεύτερον· συμφέρει γὰρ κρυπτομόναχον εἶναι καὶ ἀμέθεκτον τῆς ἀσεβείας ἐξ ἀδυναμίας προφασιζομένης ἢ ἔκπτωτον γενέσθαι παντάπασιν. Περὶ οὗ εἴρηκας διὰ στόματος τοῦ γραμματηφόρου ὀγδόου κεφαλαίου ἐλλιπῶς ἔχειν διὰ τὸ ὑπὸ κανόνα κεῖσθαι τοῦ Ἁγίου Πέτρου ἠγνόουν. κρατείτω ὁ κανών· τίς γάρ εἰμι ἐγὼ ὁ τάλας ἵνα ἀντινομοθετῶ; πλὴν ὅτι συμβουλευτικῶς καὶ ἃ ἐν τοῖς ἄλλοις κεφαλαίοις καὶ ἐν οἷς ἄρτι ἐπεζήτησας καὶ ἐφ' οἷς παρ' ἄλλων ἐρωτηθεὶς ἀπεκρίθην, οὐ κανονικῶς, οὐ νομοθετικῶς ὅσον εἰς προῦπτον πρὸς τοὺς ἔξω, ἐπεὶ μὴ θεμιτὸν μηδὲ ἐξουσιαστικόν· ἱερεὺς γάρ εἰμι, εἰ καὶ ἀνάξιος, οὐκ ἱεράρχης· τοῦ τοιούτου γὰρ καὶ τῶν αὐτῷ ὁμοταγῶν καθολικῶς κανονίζειν καὶ νομοθετεῖν. 359 {1Πρὸς τοὺς ἀντιλέγοντας μὴ περιγραπτὸν εἶναι τὸν Χριστόν}1 Ὁ μὴ περιγραπτὸν εἶναι σώματος χαρακτῆρι τὸν Χριστὸν λέγων εἱρμῷ τινι πάντως φυσικῷ καὶ ἀποδείξει λογικῇ κεχρημένος τὴν περὶ τούτου ἔνστασιν πεποίηται εἰς βεβαίωσιν ἀληθείας καὶ διασάφησιν τῶν