1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

214

γενέσθαι. οὓς ἰδὼν ὁ βασιλεὺς καὶ περιχαρὴς γενόμενος ἐποίησεν εἰρήνην· καὶ ὤμοσαν ἀλλήλοις, μήτε Βουλγάρους ἐξελθεῖν κατὰ Ῥωμανίας, μήτε τὸν βασιλέα ἐπιτηδεῦσαι εἰσελθεῖν εἰς Βουλγαρίαν. καὶ ἐποίησαν ἔγγραφα ἐπὶ τούτῳ πρὸς ἀλλήλους. καὶ ὑποστρέψας ὁ βασιλεὺς εἰσῆλθεν ἐν τῇ πόλει ταξάτους ἀφεὶς ἐκ πάντων τῶν θεμάτων καὶ εἰς τὰ κάστρα ἅπερ ἔκτισεν. τῷ δὲ Ὀκτωβρίῳ μηνὶ τῆς ιαʹ ἰνδικτιῶνος ἐδέξατο μανδάτον ὁ βασιλεὺς ἀπὸ Βουλγαρίας ἐκ τῶν κρυπτῶν φίλων αὐτοῦ, ὅτι ἀποστέλλει ὁ κῦρις Βουλγαρίας ιβʹ χιλιάδας λαὸν καὶ βοϊλάδας πρὸς τὸ αἰχμαλωτίσαι τὴν Βερζιτίαν καὶ μεταστῆσαι αὐτοὺς εἰς Βουλγαρίαν. ὁ δὲ πρὸς τὸ μὴ γνωσθῆναι αὐτόν, ὅτι κατὰ Βουλγάρων κινεῖ· ἦσαν γὰρ ἐλθόντες πρὸς αὐτὸν ἀποκρισιάριοι τοῦ κυροῦ Βουλγαρίας, καὶ ἔτι τούτων ὄντων ἐν τῇ πόλει ἐσχηματίσατο κατὰ Ἀράβων κινεῖν· καὶ ἐπέρασαν τά τε φλάμουλα καὶ ἡ ὑπηρεσία. ἀπολύσας δὲ τοὺς ἀποκρισιαρίους καὶ μαθὼν διὰ κατασκόπων τὴν ἔξοδον αὐτῶν, ἐπάρας τὸν στρατὸν ἐν σπουδῇ ἀπεκίνησεν. καὶ ἐπισωρεύσας τοὺς ταξάτους τῶν θεμάτων καὶ τοὺς Θρᾳκησιάνους καὶ ἑνώσας τοῖς τάγμασι τοὺς ὀπτιμάτους ἐποίησεν αὐτοὺς πʹ χιλιάδας. καὶ ἀπελθὼν ἐν τόπῳ λεγομένῳ τὰ Λιθοσώρια ἐπέπεσεν αὐτοῖς ἀπερισαλπίγκτως καὶ τρέψας αὐτοὺς ἐποίησε νῖκος μέγα. καὶ μετὰ πολλῶν λαφύρων καὶ αἰχμαλώτων ὑπέστρεψε θριαμβεύσας ἐν τῇ πόλει, καὶ ἔμπρακτος εἰσελθὼν τὸν πόλεμον τοῦτον ἐπωνόμασεν εὐγενῆ, ὡς μηδενὸς αὐτῷ ἀντιστάντος, μηδὲ σφαγῆς ἢ ἐκχύσεως Χριστιανῶν αἱμάτων γενομένης. λδʹ. κʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθον κεφαλαὶ σπʹ ἀπὸ Ἀφρικῆς καὶ ἐπόμπευσαν ἐν Συρίᾳ. ὁ δὲ βασιλεὺς ὡς λύσας τὴν πρὸς τοὺς Βουλγάρους εἰρήνην ἐξώπλισε πάλιν στόλον πολύν. καὶ εἰσαγαγὼν εἰς αὐτὸν καβαλλαρικὸν χιλιάδας ιβʹ ἀπέλυσε τοὺς στρατηγοὺς τῶν πλωϊ448 μάτων πάντας σὺν αὐτῷ. αὐτὸς δὲ φοβηθεὶς ἔμεινεν εἰς τὸ καβαλλαρικόν. εἰσελθόντων δὲ αὐτῶν ἕως τῆς Μεσημβρίας, καὶ ἀνέμου σφοδροῦ βορρᾶ πνεύσαντος, πάντα μικροῦ δεῖν συνετρίβησαν, καὶ πολλοὶ ἀπώλοντο· καὶ ὑπέστρεψε μηδὲν ποιήσας. ὁ δὲ Τελέριγος, ὁ κῦρις Βουλγαρίας, γνοὺς ὅτι ἐκ τῶν οἰκείων αὐτοῦ τὰς βουλὰς αὐτοῦ ὁ βασιλεὺς μανθάνει, γράφει αὐτῷ, ὅτι "βουλῆς εἰμι τοῦ ἐκφυγεῖν καὶ ἐλθεῖν πρός σε. ἀλλὰ πέμψον μοι λόγον ἀπαθείας μου, καὶ τίνας φίλους ἔχεις ἐνταῦθα, ἵνα θαρρήσω αὐτοῖς, καὶ συνδράμωσί μοι." ὁ δὲ κουφότητι ἔγραψεν αὐτῷ, κἀκεῖνος μαθὼν ἐκούρασε πάντας. ὅπερ ἀκούσας Κωνσταντῖνος πολλὰ τὰς πολιὰς αὐτοῦ ἔτιλλεν. λεʹ. καʹ. ʹ. ιʹ. Τούτῳ τῷ ἔτει τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ἐξῆλθεν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων. καὶ δεινῶς κατὰ τῶν σκελῶν θεηλάτῳ πληγῇ ἀνθρακωθεὶς κἀντεῦθεν πυρετῷ σφοδροτάτῳ καὶ ἰατροῖς ἀγνώστῳ δι' ὑπερβάλλουσαν ἔκκαυσιν συσχεθεὶς κατὰ τὴν Ἀρκαδιούπολιν ὑπέστρεψεν, ἐπ' ὤμων ἐν κραββάτῳ φερόμενος κατὰ τῶν ὑπηκόων. καὶ ἐλθὼν ἐν Σηλυμβρίᾳ καὶ ἐμπλωίσας τῇ ιδʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιδʹ ἰνδικτιῶνος φθάσας ἐν τῷ Στρογγύλῳ καστελλίῳ οἰκτρῶς ἐν τῷ χελανδίῳ θνήσκει βοῶν καὶ λέγων, ὅτι "ζῶν ἔτι πυρὶ ἀσβέστῳ παρεδόθην," τήν τε ἁγίαν παρθένον καὶ θεοτόκον ὑμνεῖσθαι ἐξαιτῶν ὁ ἄσπονδος αὐτῆς ἐχθρός. ἐβασίλευσε δὲ αὐτοκράτωρ μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἔτη λδʹ, μῆνας βʹ, ἡμέρας κʹ. καὶ οὕτω κατέλυσε τὸν βίον αἵμασι πολλοῖς Χριστιανῶν μεμολυσμένος καὶ δαιμόνων ἐπικλήσεσι καὶ θυσίαις διωγμοῖς τε τῶν ἁγίων ἐκκλησιῶν καὶ τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως ἔτι τε μοναχῶν ἀναιρέσεσι καὶ κοινώσεσι μοναστηρίων καὶ παντοίοις ὑπερακμάσας κακοῖς οὐχ ἧττον ∆ιοκλητιανοῦ καὶ τῶν πάλαι τυράννων. ἐν δὲ τῷ αὐτῷ μηνὶ θνήσκει καὶ Ἀβδελᾶς, ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτοι οἱ δύο δεινότατοι θῆρες χρονίως καὶ κατὰ ταὐτὸ τὸ ἀνθρώπινον φῦλον κατανεμόμενοι τεθνήκασι θεοῦ προνοίᾳ, καὶ 449 κρατοῦσι Λέων καὶ Μαδί, οἱ υἱοὶ αὐτῶν. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ τῶν Λογγιβάρδων ῥὴξ Θεόδοτος ἐν τῇ βασιλίδι ἐληλυθὼς πόλει τῷ βασιλεῖ προσέφυγεν.