Ἀχιλῆος, ὃ δ' ἀνστήσῃ ὃν ἑταῖρον Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ἰλίου προπάροιθε πολεῖςὀλέσαντα αἰζηοὺς τοὺς ἄλλους, μετὰ δέ», ἤγουν ἐν αὐτοῖς δὲ ἢ σὺν αὐτοῖς, «υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. ἐκ τοῦ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι διαμπερές, εἰς ὅ κεν Ἀχαιοὶ Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. τὸ πρὶν δ' οὔτ' ἂρἐγὼ παύσω χόλον οὔτε τιν' ἄλλον ἀθανάτων ∆αναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω, πρίν γε τὸ Πηλείδαο τελευτηθῆναι ἐέλδωρ, ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι, ἤματι τῷ, ὅτ' ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον». Καὶ ὅρα ὅπως ὁ ποιητὴς τῶν δύο ἄκρων τῆς Ἰλιάδος ἐνταῦθα δραξάμενος «ἑνί» αὐτά, κατὰ τὸν εἰπόντα, «ξύνωσεν ἀγοστῷ», τὰ μὲν ἀνακεφαλαιούμενος, ὁποῖα τὰ κατὰ Θέτιν, τὰ δὲ προεκτιθέμενος, τὰ κατὰ τὴν παλίωξιν δηλαδή, ἧς πέρας ἡ πτῶσις τοῦ Ἕκτορος, οὗ ἡ ταφὴ τὴν Ἰλιάδα περατοῖ. ὑπερεκβαίνων δὲ τὰ ἄκρα προαναφωνεῖ καὶ τὴν τῆς Τροίας ἅλωσιν. Ἐν τούτοις δὲ τέως μὲν σημείωσαι, ὡς ὁ Ζεὺς καὶ ἡ Ἥρα καὶ ἡ Ἶρις καὶ ὁ Ἀπόλλων ἥλιος καὶ ὁ Ποσειδῶν τὸ Ὁμηρικὸν τοῦτκοινοῦνται χωρίον διὰ τὸ ἀλλήλοις οἰκειοῦσθαί πως κατὰ λόγον ἀλληγορίας. Ἶρις γὰρ οὐκ ἄν, εἰ μὴ περὶ τὸν ἀνωτάτω τόπον γένοιτο ἄν, ὃς λάχος τῷ ∆ιῒ μετ' ὀλίγα λεχθήσεται, διὰ δὲ τοῦτο καὶ περὶ τὴν Ἥραν, ἥ ἐστιν ἀήρ, οὐδ' ἂν δίχα Ποσειδῶνος τοῦ καθ' ὕδωρ οὐδὲ μὴν Ἀπόλλωνος ἡλίου ἐμφανθήσεται. ἀνακλωμένη γὰρ πρὸς ἥλιον ὄψις ὑγραῖς νοτίσιν ἐμφαντάζει τὴν Ἶριν ταῖς περὶ νέφος ἀέριον. Εἶτα ἰστέον καὶ ὅτι ἐκ τοῦ τόπου τούτου ἀθετοῦνται ὡς περισσοὶ στίχοι κβʹ, λήγοντες εἰς τὸ «λισσομένη τιμῆσαι τὸν Ἀχιλλέα». Παλιλλογεῖται γάρ, φασί, περὶ τῶν ἐφεξῆς οὐκ ἀναγκαίως, καὶ οἱ στίχοι δέ, φασίν, εὐτελῶς ἔχουσι κατὰ σύνθεσιν. ἔτι δέ φασιν, ὡς ἐπίπαν ἐν ταῖς συνημ 3.702 μέναις συντάξεσι πρὸς τὸ δεύτερον ὁ ποιητὴς ἀπαντῶν νῦν τὴν Ἶριν πρώτην εἰπών, εἶτα τὸν Ἀπόλλωνα, πρὸς τὸ πρῶτον ἀπαντᾷ, εἰπὼν «ὄφρ' ἣ μὲν ποιήσῃ τόδε, ὃ δὲ τόδε». ψεῦδος δέ, φασί, καὶ τὸ «φεύγοντες ἐν νηυσὶν Ἀχιλλέως πέσωσιν». οὐ γὰρ παραγεγόνασιν οἱ Ἀχαιοὶ ἕως ἐκεῖ. ἔτι, φασίν, οὐδὲ τὸν Πάτροκλον ἀνέστησεν Ἀχιλλεὺς ἐπὶ πόλεμον, ἀλλ' ἐκεῖνος παρεκλήτευσε, καὶ Σαρπηδόνα δέ, φασί, κρίνας νῦν ὁ Ζεὺς ἀπολέσαι, διὰ τί ἐκεῖ οἰκτίζεται; ἀσύνηθες δέ, φασί, καὶ τὸ οὐδετέρως εἰπεῖν Ἴλιον αἰπύ, θηλυκῶς γὰρ ἀεὶ λέγει, καὶ Ἀθηνᾶς δὲ διὰ βουλὰς ἁλῶναι τὴν Ἴλιον λέγει, φασίν, οὐκ ἀπροσκόπως. διὰ τί γὰρ μὴ Ἥρας βουλαῖς ἔφη ὁ Ζεύς, καὶ μᾶλλον ὅτι καὶ παρῆν τοῖς λόγοις. καὶ Ἀχιλλέα δὲ οὐδαμοῦ, φασί, πτολίπορθον εἶπεν, ἀλλὰ ποδάρκη καὶ ποδώκη καὶ πόδας ὠκύν, ὡς τὸν Ὀδυσσέα εἰωθὼς οὕτω καλεῖν διὰ τὴν Τροίας ἅλωσιν. καὶ ταῦτα μὲν οἱ ὀβελίζοντες. Οἱ δὲ ἐξηγηταὶ πρὸς ταῦτα, ὧν τὰ πλείω ἐξείληπται τῶν Ἀπίωνος καὶ Ἡροδώρου, ἐκτίθενται λύσεις ἀξιολόγους, ἅσπερ ὁ θέλων ζητείτω. ἐν αἷς κεῖται καί, ὅτι ὁ ποιητὴς ἐνταῦθα προεκτίθεται συνήθως εἰς παραμυθίαν τοῦ ἀκροατοῦ τὰ καίρια τῶν ἑξῆς ἐπεισαχθησομένων. διὸ καὶ τὴν τῆς Ἰλίου ἐν τούτοις σκιαγραφεῖ ἅλωσιν. τίς γάρ, φασί, φιλέλλην ἀνὴρ ἠνέσχετο ἂν νηῶν Ἑλληνικῶν ἐμπιπραμένων καὶ Ἀχαιῶν οὕτω φευγόντων, εἰ μὴ ἀπὸ τῶν ἄρτι λεχθέντων ἐν σχήματι προεκθέσεως ἀπέκειτο ἐν ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων, ὡς οἱ ταῦτα κατὰ τῶν Ἀχαιῶν ποιοῦντες ἀντιπείσονται κακὰ μεγάλα μετὰ μικρόν. Φασὶ δὲ καί, ὅτι ὁ Μαλλώτης Ζηνόδοτος τὰ ἐκ τοῦ «Πάτροκλον κτενεῖ φαίδιμος Ἕκτωρ» καὶ ἑξῆς ἕως τοῦ «λισσομένος τιμῆσαι Ἀχιλλέα» Εὐριπιδείῳ λέγει ἐοικέναι προλόγῳ, ἀφελῶς προαχθέντα καὶ εἰς οὐδὲν δέον ἀφηγηματικῶς. Ὅτι δὲ οὐδὲ εὐτελεῖς οἱ τοῦ χωρίου τούτου στίχοι, ὡς οἱ ὀβελίσαντες ψηφίζονται, καὶ ὅτι ἐν τῷ «ὄφρα ἡ μὲν Ἶρις ποιήσῃ τόδε, ὁ δὲ Ἀπόλλων τόδε» οὐκ ἀήθης ἡ πρὸς τὸ πρῶτον ἀπάντησις, ὡς καὶ πρὸ ὀλίγων σαφῶς δεδήλωται, καὶ ὅτι μὴ κωλυθέντες οἱ Τρῶες ἐνέρριψαν ἂν τοὺς Ἀχαιοὺς ταῖς τοῦ Ἀχιλλέως ναυσί, διὸ καὶ δοκοῦσιν ἕως καὶ εἰς αὐτὰς φυγεῖν οἱ Ἀχαιοί, καὶ ὡς, εἰ καὶ Πάτροκλος παρεκλήτευσεν, ἀλλ' εἰ μὴ Ἀχιλλεὺς ὥπλισεν, οὐκ