215
κέρδους μᾶλλον, ἢ τοῦ βούλεσθαι αὐτῷ πρὸς τὰ κοινῇ συναίρεσθαι λυσιτελοῦντα, τοιαῦτα προελέσθαι, μάλιστα ποιουμένῳ περὶ πλείστου, τὴν Ῥωμαίων ἡγεμονίαν μείζω καὶ περιφανεστέραν ἀποδεικνύναι. τούτου δὲ ἀπόδειξιν οὐ λόγοις, ἀλλ' ἔργοις πειράσεσθαι παρέχειν ἐναργῆ. ἔτεσι γὰρ ἤδη καὶ πρότερόν τισιν οὐκ ὀλίγοις ἠσχολημένῳ περὶ τὰ τοιαῦτα, χρήματα ἠθροικέναι οὐκ ὀλίγα ἐξεγένετο, καίτοι πειρωμένῳ μάλιστα, μὴ βιαίῳ, μηδ' ἐκ παντὸς τρόπου κερδαίνειν, εἶναι. ἃ δὴ ὕστερον οὐκ εἴα ἠρεμεῖν, ἀλλὰ πολλοὺς ἐκίνει λογισμοὺς ἐν τῇ ψυχῇ, μὴ κατορύττειν, ἀλλ' εἰς εὐποιΐας ἀναλίσκειν τινῶν ἀνθρώπων, ὡς διὰ τούτου δυναμένῳ τὴν ἐκ τῆς ἁμαρτίας ἀποτρίβεσθαι κηλῖδα. νῦν μὲν οὖν ἐδόκει φροντιστήριον ἐκ τούτων ἀνδρῶν οἰκοδομεῖν τῷ θεῷ καθάπαξ 2.60 ἀνατεθεικότων ἑαυτοὺς, καὶ διὰ τῆς εἰς ἐκείνους εὐποιΐας ἱλεοῦν τὸ θεῖον ἑαυτῷ, διαλλακταῖς ἐκείνοις τὰ τοιαῦτα μάλιστα καταπράττεσθαι χρωμένῳ οὖσι δυνατοῖς· νυνὶ δὲ εἰς πένητας ἀγύρτας ἀναλοῦν. ὡς τῶν προτέρων ἢ ἐκείνων μὴ εἰς δέον τοῖς χρήμασι δυνησομένων χρήσασθαι, ἢ ἑτέρων ἁρπαγῇ καὶ ἀδικίᾳ χρησομένων καὶ διαφθερούντων, ὡς δὲ σοῦ μόνου καταστάντος ἐπὶ τοῖς πράγμασι καὶ τὴν διάνοιαν κατεῖδον, ὡς ὑπὲρ ὠφελείας τῶν κοινῶν οὐ χρήματα μόνον, ἀλλὰ καὶ ψυχὴν αὐτὴν, εἰ οἷόν τε, προΐεσθαι διανοῇ, καὶ τὸν τρόπον προειδὼς ὡς ἀγαθὸς, ἔγνων δεῖν σοὶ τὰ χρήματα ἐκεῖνα ἐγχειρίζειν, ὡς οὐ καλῶς μόνον, ἀλλὰ καὶ εὐλόγως καὶ ἀκριβῶς ὑπὲρ τῶν κοινῇ Ῥωμαίοις συμφερόντων ἀναλωθησομένων, ἐπειδὴ καὶ ἐκ τούτων συνελέγησαν αὐτῶν. ἃ δὴ πάντα ἥκω ἐγχειρίζων, ἐφ' ὅ,τι ἂν ᾖ σοι χρησομένῳ βούλησις. ἔξεστιν οὖν παντί τῳ ἀπόδειξιν λαμβάνειν ἐναργῆ, ὡς οὐ χρηματισόμενος ἐκ τῆς ἀπογραφῆς, ἥκω δεόμενος καταστῆναι πρὸς αὐτήν· ἐξῆν γὰρ ἔχοντα, ἃ κέκτημαι, μηδὲν περαιτέρω πολυπραγμονεῖν, ἀλλά σοι φανεῖσθαι χρήσιμος ἐπιθυμῶν καὶ πολλὰ συνάρασθαι δυνάμενος πρὸς τὸ τὴν ἀρχαίαν εὐδαιμονίαν τοῖς Ῥωμαίοις ἀνασώζειν, πολλὴν τούτου ἕνεκα καὶ συνεχῆ ποιουμένῳ τὴν φροντίδα.» ὁ δὲ ἄσμενος ἀποδεξάμενος τοὺς λόγους, περὶ μὲν τῶν χρημάτων, ἔφασκε, χάριν αὐτῷ πολλὴν εἰδέναι, οὐ τῷ ὑπὲρ τῶν κοινῇ συμφερόντων 2.61 μόνον παρεσχῆσθαι, ἀλλὰ καὶ τῷ αὐτῶν πεπιστευκέναι τὴν διοίκησιν αὐτῷ ὀρθῶς πεπεισμένῳ καὶ δικαίως ἀναλώσειν. τὸ μὲν γάρ τινα τῶν κοινῶν ἐπιμέλειαν ἐγκεχειρισμένον μὴ τὴν οὐσίαν ποιεῖν βελτίω, ἀλλ' ὅσα πρὶν ἅπτεσθαι, τοσαῦτα ἔχοντα ἀπαλλάττεσθαι καὶ χρημάτων ὡς ἐπίπαν ὀφθῆναι κρείττω, οὐ χαλεπὸν μόνον, ἀλλὰ καὶ ἀδύνατον σχεδόν. τὸ δ' ἔχοντα ἤδη καὶ μηδὲν ὑποπτεύοντα δεινὸν περὶ αὐτῶν, ἔπειτα ἑκόντα βουληθῆναι ἀποθέσθαι καὶ, ἃ συνέλεξε κακῶς, χρήσασθαι εἰς δέον, οὐ τῶν πολλῶν, ἀλλὰ τῶν βουλομένων σώζεσθαι καὶ πεπεισμένων ἀκριβῶς, ὡς πάντων παρέξουσιν εὐθύνας τῶν βεβιωμένων μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. βέλτιον μὲν γὰρ, μὴ ἁμαρτάνειν τὴν ἀρχὴν, μηδὲ κηλῖσι πολλαῖς καταμιαίνειν τὴν ψυχήν· ἂν δ' ἄρα τοῦτο συμβαίνῃ, δευτέρας ἀναμαρτησίας ἀρχὴ, τὸ μὴ μόνον πεπαῦσθαι τῶν κακῶν, ἀλλὰ καὶ ἀντίῤῥοπον ἐπιδείκνυσθαι τῶν ἀγαθῶν τὴν ἐργασίαν. διὰ ταῦτα δὴ καὶ ἐπαινῶ σε τῆς μεταβολῆς καὶ τοῦ μὴ τρόπον ἕτερον, ἀλλ' ὑπὲρ τῶν κοινῇ συμφερόντων τὰ χρήματα βουληθῆναι ἐπιδοῦναι. ὅτι δὲ μὴ προσκληθεὶς, ἀλλὰ πρότερος προσελθὼν αὐτὸς τὸ ἐπανισοῦν τοῖς στρατιώταις τὰς ἐκ τῶν δημοσίων ᾔτησας τοῦ βίου ἀφορμὰς, τοσοῦτον ἀπέχω καταγινώσκειν, ὥστε καὶ πρότερον αὐτὸν οἴκοθεν ὡρμημένον, διὰ τὴν περὶ ταῦτα ἐμπειρίαν σοὶ τὴν ὑπηρεσίαν ἐγχειρίζειν, νῦν μᾶλλον ἀνέπεισας βέλτιον οἴεσθαι καὶ δικαιότερον τὰ τοιαῦτα διοικήσειν. οὐ γὰρ ὁμοί 2.62 ως ὅ, τε πολλὰ ἐπαγγειλάμενος καὶ ὁ μηδὲν, περὶ τῶν ἐπηγγελμένων τὴν ἐκπλήρωσιν σπουδάσουσι. τὴν μὲν οὖν ὑπηρεσίαν τῶν τοιούτων ἐπιτρέπω. σὲ δὲ καὶ αὐτὸν οἴεσθαι προσῆκον, μὴ μικρά τινα καὶ εὐκαταφρόνητα μετιέναι, μηδ' οἷα μήτε διοικούμενα καλῶς, πολλὴν ὠφέλειαν παρέχειν τῷ κοινῷ, μήτ' ἐπίσης βλάπτειν, ἂν ῥᾳθύμως καὶ πανούργως πράττωνται. ὅπερ γάρ ἐστι τοῖς