215
αὐτῶν διέμεινεν ἡ τιμή. οθεν πάτριον ην ̓Ιουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, καν βασιλεὺς ην αὐτῆς ἐφιέμενος, εἰ μὴ τοὺς ἐξ αιματος ̓Ααρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ εθος τοῦτο τετήρητο. ἐγένοντο ουν πάντες ἀπὸ ̓Ααρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς ̓Ιουδαίαν ̓Αλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν ̓Ιουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ωστε διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν ̓Αλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος εσπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ εθνος παρανομίας ἐποίει, ωσπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ' εκαστον; τοσοῦτον δ' εἰπὼν δηλώσω τὸ πᾶν, οτι ὁ τοὺς ̓Ιουδαίους τὸν πρὸς ̔Ρωμαίους αρασθαι πόλεμον βιασάμενος Φλῶρος ην. ελαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ μὲν ετει τῆς Φλώρου ἐπιτροπῆς, δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος. ̓Εντεῦθεν ουν ἡ τῶν ̓Ιουδαίων ἀποστασία εἰς 2.51 προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος ηρξατο. διηγήσασθαι δὲ τούτου εκαστα πλείονος αν γένοιτο πραγματείας η κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν αλλα ἐᾶσαί μοι κέκριται, μόνα δ' ἐπιτεμεῖν τὰ περὶ τῆς ἁλώσεως τῶν ̔Ιεροσολύμων αὐτῶν. Οὐεσπασιανὸς γὰρ παρὰ Νέρωνος, μαθόντος τὴν ̓Ιουδαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πιστευθείς, οὐ πρώτοις τοῖς ̔Ιεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν εσπευσε πρότερον ἑλεῖν πόλεις, καὶ ουτως αὐτὴν χειρώσασθαι τὴν μητρόπολιν. καταλαβὼν ουν τὴν Πτολεμαΐδα, καὶ ἑνωθεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ ̓Αλεξανδρείας ἀφικομένῳ καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, σταλέντι παρ' αὐτοῦ ἐξ ̓Αχαΐας, οπου τοῦ πολέμου στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος, ἐν ̓Αχαΐᾳ γὰρ ἐτύγχανεν ων ἐκεῖνος οτε ἡ τῶν ̓Ιουδαίων ἀποστασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρότερον ωρμησε, καὶ τῇ πόλει τῶν ̓Ιωταπάτων πρώτῃ προσβαλών, καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέρας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν ̓Ιώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερμαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ' ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων, καὶ τὰ μὲν ὁμολογίᾳ, τὰ δὲ πολιορκίᾳ ὑπὸ ̔Ρωμαίους πεποίητο. καὶ ταῦτα ηδη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει, διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλήλους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκκυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς, κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπασιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς ̔Ρώμης λαθραίως ἐκδρὰς καὶ ἑαυτὸν ἀνελών. ειτα Γάλβαν μαθὼν γενόμενον αὐ2.52 τοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ο,τι περὶ ̓Ιουδαίων κελεύει πευσόμενον. ετι δὲ καθ' ὁδὸν οντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. οπερ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. καὶ διὰ τὸ περὶ τῆς ̔Ρωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς ̔Ιερουσαλὴμ προσβολῇ, ἀλλ' ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Οθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ' ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στείλας ουν Οθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ τῶν ἀπεσταλμένων Οθων ἑαυτὸν διεχρήσατο. καὶ Οὐιτέλλιος εἰς ̔Ρώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν· ηδη γὰρ αὐτῷ καὶ οἱ τοῦ Οθωνος προσεχώρησαν. Οὐεσπασιανὸς δέ, ει τινα ησαν περίλοιπα τῶν ̓Ιουδαίων πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην ηδη τὴν τῶν ̔Ιεροσολύμων πόλιν σκοπὸν ̔Ρωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς ειρηται, τὰ τῆς πόλεως. εξωθεν μὲν γὰρ ὁ Σίμων καὶ οἱ περὶ αὐτὸν τοῖς ̓Ιουδαίοις ̔Ρωμαίων ἐτύγχανον φοβερώτεροι, ενδον δ' οἱ ζηλωταὶ καλούμενοι καὶ ὁ τούτων ἐξάρχων ̓Ιωάννης καὶ ̔Ρωμαίων ησαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκάσθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐτὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγαγεῖν, ὡς