215
ταῦτα ἀπέῤῥιπτον, γυμνοὶ μετὰ τῶν οπλων στάντες. ̓Εφικτόν. δυνατόν. κατάληπτον. ̓Εφίερον. ∆ημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. ἱερόν ἐστι τῶν δώδεκα θεῶν ἐν Βοσπόρῳ. epsilon.932 ̓Εφίππιον. ἀγώνισμα ἐφ' ιππων τρεχόντων. ̓Εφόλκια. τὰ μικρὰ πλοῖα. ̓Εφόδια. τὰ ἁρμόζοντα τῇ ὁδῷ ἀναλώματα. ̓Εφούδ. τὸ μὲν ονομα αὐτοῦ ἑρμηνευόμενον δήλωσιν η λύτρωσιν σημαίνει, τὸ δὲ ειδος αὐτοῦ σπιθαμιαῖον ην υφασμα, δίκην περιστηθίου ἐκ χρυσονήμου τέχνης ποικίλης πεποιημένον· καὶ ἐν μὲν τῷ μέσῳ ειχεν ωσπερ ἀστέρα ὁλόχρυσον, ἑκατέρωθεν δὲ αὐτοῦ δύο σμαράγδους εχοντας ἀνὰ εξ τοὺς δώδεκα φυλὰς τοῦ ̓Ισραὴλ, ἐν δὲ τῷ μεταξὺ τῶν σμαράγδων λίθον ἀδάμαντα. ἡνίκα γοῦν εμελλεν ὁ ἱερεὺς ἐρωτᾷν τὸν θεὸν περὶ τινὸς κεφαλαίου, ἐδέσμει αὐτὸ ἐν τῇ ἐπωμίδι κατὰ τὸ μέσον τοῦ στέρνου καὶ ὑπετίθει τὰς χεῖρας αὐτοῦ ὑποκάτωθεν, καὶ εὑρίσκετο ἐν ταῖς παλάμαις αὐτοῦ ἐξηπλωμένον ωσπερ πυξίον, καὶ ἀποβλέπων εἰς τὸν ἐφοὺδ ἠρώτα τὸν θεὸν τὸ ἐρώτημα. καὶ εἰ μὲν ἀρεστὸν ην τῷ θεῷ τὸ ἐρώτημα, εὐθέως εστραπτεν ὁ ἀδάμας λίθος καὶ ἐφεγγοβόλει ἀκτῖνας ἐκπέμπων· εἰ δὲ οὐκ ην εὐάρεστον, εμενεν ἐν τῇ ἰδίᾳ τάξει ὁ λίθος. εἰ δὲ εμελλεν ὁ θεὸς εἰς μάχαιραν παραδιδόναι τὸν λαὸν, ἐγένετο αἱματώδης. εἰ δὲ θανατικὸν εμελλε, ἐγένετο μέλας. ̓Εφύμνιον. τὸ ἐπὶ τῷ υμνῳ ᾳσμα. epsilon.933 ( ̔Ρῆμα.) ̓Εφαύλιζον. ηὐτέλιζον. οἱ δὲ ἐφαύλιζον αὐτὸν οὐδαμῆ σπουδαῖον οντα· μικρὸς γὰρ ην τὸ σῶμα. Εφασκεν. ελεγεν. ̓Εφάψασθαι. αρξασθαι, η ψηλαφῆσαι. ̓Εφάμην. ειπα. Εφατο. ειπε. φημὶ, φήσω, ὁ μέσος ἀόριστος δεύτερος ἐφάμην, εφασο, εφατο. ̓Εφεθέν. ὁρισθὲν, παρασχεθέν. ὁ δὲ βασιλεὺς ̓Αντίγονος, ἐφεθέν οἱ δικάσαι, προσέταξε κλήρῳ διακριθῆναι. ̓Εφεδρεύοντεσ. ἐπιτηροῦντες, ἐπικαθήμενοι. συντάσσεται δὲ μετὰ δοτικῆς. ̓Εφέντεσ. ἐνδόντες, ὑποχαλάσαντες. ̓Εφέξει. σταθῇ. ἐφελκύσει. καὶ ἐφέξειν ἀντὶ τοῦ κωλύσειν. Εφεσ. ἐπίπεμψον. ̓Εφεσπόμενοσ. ἐπακολουθῶν. καὶ ἐφεσπόμενα. ̓Εφεστιασάμενοσ. εὐωχηθείς. ̓Εφειμένον. συγκεχωρημένον. ̓Εφείω. τὸ ἐπιβάλλω, τὸ ἐπενέγκω. εστιν ειω καὶ ἐν συνθέσει ἐφείω. epsilon.934 ̓Εφείσθω τούτοις ἐξονυχίζειν. ἀντὶ τοῦ συγκεχωρήσθω ἀκριβολογεῖσθαι. ̓Εφεῖτο. τὸ συνεχωρεῖτο. γράφεται καὶ ἀντὶ τοῦ ἐνετέλλετο. ̓Εφείλιξαν. ἀντὶ τοῦ εφυραν. σχοινίον τὲ ἐφείλιξαν. ̓Εφενάκιζον. ἠπάτων. ̓Εφήδεσθαι. χαίρειν. ἐπιτέρπεσθαι. ̓Εφῆκα. επεμψα. ̓Εφήλαντο. ἐπεπήδησαν. Εφῃνεν. εδειξεν. ̓Εφῆπτο. ἐπεκρέματο, ἐπέκειτο. ̓Εφίκοντο. ἐφήψοντο. Εφθη. προέλαβεν. εφθασεν η εβλαψεν. οιον· εφθη ὀρεξάμενος πρυμνὸν σκέλος-. ̓Εφθίατο. φθίω οπερ ἀπὸ τοῦ φθίνω γίνεται κατὰ ἀποβολὴν τοῦ ν. ενθεν καὶ φθίσις, καὶ φθινόπωρον. ὁ παθητικὸς παρακείμενος εφθιμαι, ὁ ὑπερσυντελικὸς ἐφθίμην, τὸ τρίτον πρόσωπον εφθιτο, καὶ καθ' ὑποστολὴν τοῦ ˉι καὶ πλεονασμῷ τοῦ ˉα ἐφθίατο. ̓Εφιᾶσι. συγχωροῦσιν. ἐφιᾶσιν, οπη τὶς ἐθέλει, ἀπιέναι. καὶ ἐφιεὶς ἀντὶ τοῦ συγχωρῶν. epsilon.935 ̓Εφιείσ. ἀντὶ τοῦ ἐκπέμπων. ἐκ τοῦ ιημι, ησω· ἡ μετοχὴ ἱεὶς καὶ ἐφιείς. ̓Εφιέτω. ἀνείτω. ̓Εφίει. ἐπέτρεπεν. ὁ δὲ Καῖσαρ δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐφίει. καὶ ἐφίει ἀντὶ τοῦ πέμπει. ̓Εφίῃ. ἐπιθυμεῖς. τί μοι τῶν δυσφόρων ἐφίῃ. ̓Εφίησιν. ἐπιπέμπει, ἀνατρέπει. ̓Εφικνούμενοι. ἐγγίζοντες. ̓Εφικνεῖσθαι. εἰς κατάληψιν ἐλθεῖν. ̓Εφίκοιτο. νοήσαι. καταλάβοι. ̓Εφίεμαι. ἐπιθυμῶ. ̓Εφιζάνει. ἐπικαθέζεται. ̓Εφιστάμενοσ. ἀναμένων. σχολαίως βαδίζων. ὁ δὲ ἐπορεύετο αλλοτε καὶ αλλοτε ἐφιστάμενος. ̓Εφίστη. εταττεν, ωριζεν. ὁ δὲ αρχοντας ἐφίστη τούτοις. ̓Εφίλατο. ἠγάπησεν. εἰς λυκάβαντας διπλοῦς ἐφίλατο τὴν καλαμίτην. epsilon.936 ̓Εφλεγμάνθη οὐ δεῖ λέγειν, ἀλλ' ἐφλέγμῃνεν. ̓Αριστοφάνης· ειτ' ἐφλέγμῃνεν αὐτοῦ τὸ σφυρὸν γέροντος οντος. Εφλαδον. τὸ ἐσχίσθη η ἐθλάσθη. ἀπὸ τοῦ θλῶ, φλῶ, κατὰ τροπήν· παραγώγως φλάζω, καὶ εφλαδον. Εφλα με. ετυπτέ με. ̔Εφθοῦν. τὸ ὀπτᾷν. η τὸ δι' υδατος εψειν. ̓Εφλέγετο. ἐν ἐπιθυμίᾳ ην. ὁ δὲ ̓Ιάσων Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν ∆ελφοῖς ἐφλέγετο. ̓Εφονοκτονήθη. ἐμιάνθη. ̓Εφορεύειν. ἐποπτεύειν. ̓Εφορμεῖν. ἐφεδρεύειν. ουτως ∆ημοσθένης. ἐνεδρεύειν ἐν πλοίοις.