1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

215

νοῦν, τὰ ἄνω κάτω λογίσηται. Ἐφ' οἷς ἐὰν εὕρω ὑμᾶς, ἐπὶ τούτοις κρινῶ· καὶ παρέκαστα βοᾷ τὸ τέλος ἁπάντων. Ὥστε καὶ τῷ τὰ μέγιστα εὖ πεποιηκότι τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῇ καταστροφῇ τοῦ δράματος ἐξάθλῳ γενομένῳ· τῷ δὲ χεῖρον καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον, ὕστερον μετανοήσαντι, πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν χρόνῳ, ἀκριβείας δεῖται πολλῆς, ὥσπερ τοῖς μακρᾷ νόσῳ πεπονηκόσι σώμασι, διαίτης χρεία καὶ προσοχῆς πλείονος. Ἔστι μὲν δυνατὸν ἴσως ἀθρόως ἀποκόψαι πάθη σύντροφα, ἀλλὰ μετὰ Θεοῦ δυνάμεως, καὶ ἀνθρωπείας ἱκεσίας, καὶ ἀδελφῶν βοηθείας, καὶ εἰλικρινοῦς μετανοίας, καὶ συνεχοῦς μελέτης κατορθοῦται. Καλὸν μὲν τὸ μὴ ἁμαρτεῖν, ἀγαθὸν δὲ καὶ τοὺς ἁμαρτάνοντας μετανοεῖν, ὥσπερ ἄριστον τὸ ὑγιαίνειν ἀεὶ, καλὸν δὲ καὶ τὸ ἀνασφῆλαι μετὰ τὴν νόσον. Ἡ ἀληθινὴ μετάνοια, τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχον εὑρεθῆναι, ἀλλ' ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς, ἐφ' οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν. -Ἐπιστρέψαι ὄντως ἐστὶν ἀπὸ ἁμαρτιῶν, τὸ παύσασθαι, καὶ μηκέτι βλέπειν εἰς τὰ ὀπίσω. Ἡ τῶν ἁμαρτημάτων μετάνοια καθαρὸν ποιεῖ τοῦ μετανοοῦντος τὸν νοῦν. -Τὴν παροῦσαν ἀρετὴν ὁ Θεὸς ἀποδεχόμενος, τῶν παλαιῶν ἁμαρτιῶν ἀμνημονεῖ. Τὸ μὴ ἀναστῆναί τινα πεσόντα, ἀλλ' ἐπιπίπτειν τῇ ἁμαρτίᾳ, καταφρονητοῦ ἐστιν, καὶ λίαν ἄφρονος. -Τῶν ἀπὸ ἀσεβείας μετανοησάντων ἡ ἀσέβεια ἄτοπος οὖσα οὐχ εὑρίσκεται· οὐδὲ γὰρ ἦν ἀπ' ἀρχῆς, οὐδὲ ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. - Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις. Τοῖς ἁμαρτάνουσιν οὐκ εὐθὺς ἐπέξεισιν ὁ Θεὸς, ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν, καὶ τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν. -Οὐδείς ποτε ἀπώλετο, τῷ δραστικῷ φαρμάκῳ τῆς μετανοίας χρησάμενος. Μέγα μὲν τὸ μηδέποτε καταδέχεσθαι πταίειν· εἰ δὲ κατὰ συναρπαγήν ποτε τοῦ ἐχθροῦ πταῖσμα προσγένοιτο, τῇ ἐλπίδι προσφευκτέον τῇ χρηστοτέρᾳ. Πρὸς γὰρ τἀναντία αἱ ῥοπαὶ τῶν ἀνθρώπων. 96.144 Εἴωθεν ἡ πνευματικὴ διδασκαλία ἐξελαύνειν τὸν ἐναποτεθέντα ταῖς ψυχαῖς ἐκ τῆς κακίας καπνόν. Ἐπιθυμοῦσιν οἱ δαίμονες τοῦ ἀπολέσθαι ἡμᾶς· ἡμῶν δὲ μετανοούντων ἐκεῖνοι ἀστοχοῦσιν, καὶ ἡ Γραφὴ πληροῦται ἡ λέγουσα, ὅτι Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. Ὅπου ἂν παρεισέλθῃ τὸ πνεῦμα τῆς μετανοίας, ἐκεῖ δῆλον, ὅτι πάσης ἁμαρτίας γίνεται καταστροφὴ, καὶ τῶν ἀλαστόρων δαιμόνων κατάλυσις. Μεγάλα πρὸς σωτηρίαν ἰσχύει ἡ ἀγαθὴ μεταμέλεια, ἥντινα διηνεκῶς γεωργήσωμεν, ἵνα σωθῶμεν, καὶ μὴ ἀπολώμεθα. Οὐ μικρὸν τοῖς ἐλαχίστοις, καὶ τὸ μίαν βαθμίδα τῆς τῶν ἀρετῶν κλίμακος ἀναβῆναι, καὶ τέως ἄνω γενέσθαι τῆς κακίας ἀποστάντα. Τόλμησον προσελθεῖν μετὰ κλαυθμοῦ τῷ οὐρανίῳ ἀρχιάτρῳ Ἰησοῦ, καὶ πάντα τῆς ψυχῆς σου ἀπογυμνώσας τραύματα δεήθητι. Οὐδὲν γὰρ ἂν εἴη τραῦμα ἢ πάθος, ὅπερ μὴ ἰσχύει θεραπεῦσαι Χριστὸς ὁ φιλάνθρωπος Θεὸς ἡμῶν. Τοὺς σκώληκας τῆς διανοίας ἐξαφανίζειν σπεῦδε δι' εὐχῆς, καὶ νηστείας, καὶ ἀγρυπνίας εὐτόνου. Χριστὸς ὁ βασιλεὺς Θεὸς οὐδαμῶς ἀποστρέφεται τοὺς πρὸς αὐτὸν κεχηνότας, καὶ ἀπὸ βάθους καρδίας στενάζοντας, κἂν πολλοῖς ἁμαρτήμασι πεφορτισμένοι τυγχάνωσιν· ἀλλὰ καὶ προσίεται, καὶ καθαρίζει τούτους, καὶ τῆς υἱοθεσίας δωρεῖται τὸ χάρισμα, καὶ ἀρετῶν ἐργάτας ἀποφαίνει προϊόντος τοῦ χρόνου. Εἶπεν, Ἐλέησόν με. Ὅπου ἔλεος, ἐξέτασις οὐκ ἔστιν. Ὅπου ἔλεος, δικαστήριον οὐ κάθηται. Ὅπου ἔλεος, εὐθύναι οὐκ ἀπαιτοῦνται. Ὅπου ἔλεος, ἀνεξέταστος σωτηρία. Ὅπου ἔλεος, συγκεχωρημένη ἀπολογία. Ἐλεηθῆναι ζητῶ μόνον· τίνος ἕνεκεν ἀπαιτεῖς με εὐθύνας; Ἅπαξ ἔλεον ζητῶ, ἀπερίεργον σωτηρίαν· Ἐλέησόν με Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Εἶπες μέγα, εἰπὲ καὶ πόσον. Οὐκ οἶδα· ὅτι μὲν μέγα, οἶδα· καταλαβεῖν δὲ οὐκ ἰσχύω. Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους. Οὐχ ἑρμηνεύει λόγος· οὐ καταλαμβάνει διάνοια. Βλέπω τὸν καρπὸν τοῦ ἐλέους μέγαν. Εἰ μὴ γὰρ πολὺ ἦν μέγα, ὀλίγοι ἂν ἐσώθησαν. Οὐ βούλομαι οὖν τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ