215
μένοις ἀκούσεται τὸ οὖς μου." Τὸ ἐπεῖδε καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, καὶ αὐτὸς ὁ Ἑβραῖος ἐπόψεται εἴρηκε. Μελλόντων γὰρ προῤῥήσεις τὰ λεγόμενα· ἀλλὰ συνήθως οἱ ἑβδομήκοντα, ὡς γε γενημένα τὰ ἐσόμενα ἡρμήνευσαν· τὸ ἀναντίῤῥητον τῆς προῤῥήσεως καὶ ἐν τούτῳ δηλοῦντες. Ὥσ 80.1621 περ γὰρ ἀδύνατον τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως ἀδύνατον τὴν τοῦ Πνεύματος πρόῤῥησιν ἀπέ ραντον διαμεῖναι· λέγει τοίνυν, ὅτι Οὐ μόνον ὄψομαι τὼν ἀδίκων τὸ ἐπώδυνον τέλος, ἀλλὰ καὶ ἀκούσομαι πάντων τοῦτο διαγγελλόντων, καὶ θαυμαζόντων τῆς τιμωρίας τὸ δίκαιον. Οὕτω μέν τοι διαιρεῖται· "Καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομέ νοις·" ἐνταῦθα δεῖ ὑποστίξαι, εἶτα ἐπαγαγεῖν, "ἀκούσεται τὸ οὖς μου." Τῶν παρανομίᾳ συζών των, καὶ μυρία μοι τυρευόντων κακὰ τὸν ὄλεθρον πολλῶν διηγουμένων ἀκούσομαι. ιγʹ. "∆ίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται." Οἱ μὲν οὖν ἁμαρ τωλοὶ, χόρτῳ παραπλησίως ἀνθήσαντες, συντόμως ἀπέσβησάν τε καὶ διεφθάρησαν· ὁ δὲ δίκαιος τῆς μὲν κέδρου τὸ δασὺ, καὶ θερμὸν, καὶ θρέψιμον, τοῦ δὲ φοίνικος μιμήσεται τὸ ὑψίκομόν τε καὶ κάρπιμον. ∆ιαρκεῖ δὲ ἀμφότερα καὶ ἐπὶ πλεῖστον διαμένοντα χρόνον, χρόνου δὲ καὶ εἰς αὔξησιν δεῖται. Τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φυτουργία, πόνῳ πολλῷ καὶ χρό νῳ φυομένη, ἀλλ' εἰς ὕψος αἰρομένη, ὥριμόν τε καὶ ἥδιστον φέρουσα τὸν καρπὸν, καὶ σκέπην ἱκανὴν τῷ κεκτημένῳ παρέχουσα. [Ὡς ἐν θείῳ παρα δείσῳ καταφυτεύεται ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς σαφέστερον λέγει τῷ εἰπεῖν·] ιδʹ. "Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου· ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν." Οὗτοι δὲ, φη σὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς δένδροις φυτουρ γὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών. ιεʹ, ιʹ. "Ἔτι πληθυνθήσονται ἐν γήρει πίο νι, καὶ εὐπαθοῦντες ἔσονται. Τοῦ ἀναγγεῖλαι ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ." Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι καρποφορήσουσι γηρῶντες, πίονες καὶ εὐθαλεῖς ἔσονται, ἀπαγγέλλοντες ὅτι ὀρθὸς Κύριος ὁ περιφράσσων με· καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ἐν τῷ μέλλοντι γὰρ βίῳ τὴν ἐπηγγελμένην ἀπο λαμβάνοντες τελειότητα, πλείονά τε καὶ πίονα προσ οίσουσι τῷ Θεῷ τὸν καρπὸν, τὴν δικαίαν αὐτοῦ ψῆφον ὑμνοῦντες. Τὴν γὰρ νῦν κεκρυμμένην οἰκο νομίαν τηνικαῦτα φανερουμένην ὁρῶντες, καὶ τὴν σοφίαν θαυμάσουσι, καὶ τὸ δίκαιον ἀνυμνήσουσι. Γῆρας μέντοι τὴν τελειότητα κέκληκε. Τέλειον γὰρ 80.1624 καὶ ἡμεῖς τὸν γεγηρακότα καλοῦμεν, ἀτελῆ δὲ τὸν νέον. ∆ιὰ τοῦ γήρους τοίνυν τὴν μέλλουσαν παρε δήλωσε τελειότητα, ἐν ᾗ φυήσεται πολλαπλάσιος ὁ τῆς δικαιοσύνης καρπὸς, καὶ τοῦ Θεοῦ τὸ δίκαιον δῆλον πᾶσι γενήσεται.
ΕΡΜΗΝ. ΤΟΥ Βʹ ΨΑΛΜΟΥ. "Αἶνος ᾠδῆς τῷ ∆αβὶδ, ἀνεπίγραφος παρ' Ἑβραίοις." Τὸ Ἀνεπίγραφος παρ'
Ἑβραίοις οὐκἔστιν ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ' Εὐσεβίῳ. Τὴν τῶν ἀν θρώπων μεταβολὴν ὁ ψαλμὸς προθεσπίζει. Ὁ Θεὸς γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων. Οὐ γὰρ νῦν μὲν βασιλεύει, νῦν δὲ βασιλείαν οὐκ ἔχει· ἀλλὰ φύσει μέν ἐστιν ἀεὶ βασιλεὺς, οὐκ ἀεὶ δὲ τοῦτο δῆλον τοῖς ἀνθρώποις γεγένηται. Ἐπὶ πλεῖστον γὰρ χρόνον οἱ πλείους αὐτὸν ἀγνοήσαντες, τὴν τῷ Θεῷ προσήκουσαν θε ραπείαν τοῖς εἰδώλοις προσήνεγκαν· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, δί κην φωτὸς εἰς πᾶσαν τὴν οἰκουμένην ἡ θεογνωσία διέδραμεν. [Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό σμον. ∆ιὰ δὴ ταῦτά φησιν ὁ προφητικὸς νοῦς προ θεωρῶν·] αʹ. "Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε δύσατο." Ἐπειδὴ γὰρ τὸ πάθος σκυθρωπὸν ὤφθη τοῖς τὸν ἐντεῦθεν φυόμενον καρπὸν ἐπισταμένοις, ὡς βοᾷν τὸν προφήτην, "Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ, τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·" μετὰ δὲ τὴν [ἐκ Παρθένου γέννησιν καὶ