215
ἀμυήτων. οὐκοῦν παρελθὼν διδασκέτω ὅπως ἔχει φύσεως ὁ λόγος καὶ τίς ἡ αἰτία τῆς ἀγραφίας· ὅτι τῷ καθ' ἡμᾶς εἴδει οὐ μεμόρφωται; ὅτι ὀστέοις τὸ σῶμα οὐ διείληπται; ὅτι βλεφάροις καὶ ὀφρύσι τὰς ὀπτικὰς κόρας οὐκ ἐφήρμοσται; ὅτι ὠσὶ τοὺς ἑλικοειδεῖς πόρους οὐ τετόνωται; ὅτι ῥισὶ τῶν ὀσφραντῶν ἀντιλαμβάνειν οὐκ ηὐθείασται; ὅτι παρειαῖς ἡβώσαις οὐκ ἐξήρτυται; ὅτι στόματι καὶ γλώττῃ χείλεσί τε καὶ ὀδοῦσιν οὐ διείλεκται, βέβρωκέ τε καὶ πέπωκεν; ὅτι ὤμων καὶ ὠλένων καὶ χειρῶν περιθέσει οὐ διέπλασται; ὅτι στέρνα αὐτῷ καὶ νῶτα σὺν κνημῖσι καὶ ποσὶν οὐκ ἐμπέφυκεν; ὅτι παράτασιν χρονικὴν κατὰ προκοπὴν καὶ αὔξησιν ἡλικίας οὐκ εἴληφεν; ὅτι κίνησις αὐτῷ πορευτική, ἡ ἄνω, ἡ κάτω, ἡ ἐντός, ἡ ἐκτός, ἡ δεξιά, ἡ ἀριστερά, ἡ κυκλοφορικὴ οὐ συνεκπέφανται; ὅτι κόποις καὶ ἀχθηδόσι καὶ τοῖς ἄλλοις ἀδιαβλήτοις πάθεσιν οὐ συνουσίωται, θριξὶ τὴν κεφαλὴν κομῶν καὶ χιτῶσι τὸ ὅλον σῶμα σκεπόμενος; εἰ δὲ ἐν τούτοις ὁμολογουμένως ὦπται, ᾧν ἡ ἄθροισις ἄνθρωπος ἀληθὴς καὶ οὗ ἡ κατὰ τὸν σωματικὸν χαρακτῆρα ἐξεικόνισις γραφὶς ἀψευδὴς καὶ ἧς ἄνευ οὐδὲ συστῆναι πᾶν σῶμα σύνθετον οἷόν τε, εἴπερ ἐν ἁφῇ καὶ χροιᾷ τὸ τοιοῦτον, τίς ἡ ἄγαν τυφλότης καὶ ἄθεος ἔρις, τὸν ἡμῖν ὁμοούσιον καὶ ὅμοιον κατὰ πάντα πεφηνότα ἄγραπτον Χριστὸν λέγειν; πῶς δὲ καὶ τοῦ γραπτοῦ οἰχομένου οὐ συνοιχήσεται ἅπαντα τὰ σύστοιχα ἰδιώματα; ἡ γὰρ ἰδιότης, φησὶν ὁ Θεολόγος, ἀκίνητος· ἢ πῶς μένοι ἰδιότης κινουμένη καὶ μεταπίπτουσα; εἰπάτω ὁ ἀντικείμενος. 360 {1Τιμοθέῳ τέκνῳ}1 Ὑπομένων ὑπόμεινον τὸν Κύριον, τέκνον μου πεποθημένον Τιμόθεε· γέγραπται γάρ, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν αὐτῷ. ἡλίκη ἡ ἐπαγγελία, βασιλέα σε δειχθῆναι ἐν οὐρανοῖς, συμπληροῦντα τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ. καὶ μὴ ξενόφωνόν σοι εἴη τὸ λεχθέν· βασιλείαν ἡμᾶς ἐποίησεν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, φησὶν ὁ Θεολόγος καὶ ἀπόστολος. καὶ τί λέγω τοῦτο; καὶ θεὸν τὸν ἄνθρωπον ὁ θεὸς κεκέλευκεν γίγνεσθαι· ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὥστε ὁ μὴ ἀποθνήσκων τῇ ἁμαρτίᾳ μηδὲ πίπτων τῇ ἀσεβείᾳ εἴληφεν τὸ ἀξίωμα. ∆ιὸ στῶμεν, ἀδελφέ, καὶ μήποτε ἀποθάνοιμεν, ἵνα θεοὶ καὶ βασιλεῖς χρηματίσωμεν. πρὸς ταῦτα φυλακαί, θλίψεις, στενοχωρίαι, λιμοί, πῦρ, ξίφος, μυρίοι θάνατοι, τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν τὸ χωρίζον· κεχρήσθωσαν οἱ ἀσεβοῦντες οἵοις βούλοιντο κολαστηρίοις. ἐμοὶ μὲν ἰσχὺς οὐδεμία, ἀλλὰ πᾶσα ἐξ ἁμαρτιῶν ἀπορία, ὁ δὲ τῆς ἀληθείας λόγος ὑπέδειξε τὸ ζητούμενον· οὗ σὺ χάριτι Χριστοῦ καὶ ἀπήρξω καὶ μάλα προθυμῇ, ὡς ἀκούω. Ἀλλ' εὔχου καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ κατόπιν σου προθυμηθῆναι ἐλθεῖν. ὁ σὺν ἐμοὶ προσαγορεύει σε. 361 {1Βασιλείῳ μονάζοντι}1 Τίς οὗτος ὁ ἀπὸ δύσεως ἡμῖν ἀνατείλας ἀστὴρ τῆς εὐσεβείας, οὗ ἡ αὐγὴ τοῦ λόγου περιφαὴς καὶ ἡ ἀκτὶς τοῦ βίου διαγλαής; αἱ ἀναβάσεις σου ἀναβάσεις ἡλιακαὶ καὶ αἱ ὁμολογίαι σου ὁμολογίαι μαρτυρικαί, εἰ καὶ μὴ παρεχωρήθη τῇ τοῦ ὁμολογουμένου οἰκονομίᾳ τῆς δαρτικῆς σε ἀθλήσεως τέως μετασχεῖν, τάχα ἵνα τῇ ὑποκρατήσει τοῦ δώρου πλείονα τὸν πόθον ἀναφθῆναι τῆς λήψεως εὐοδώσειεν ὁ ἀγαθὸς θεὸς ἐν τῇ τιμίᾳ σου ψυχῇ, οἷα τὰ τῶν μητέρων πρὸς τὰ ἔγγονα, ταῖς ἐφ' ἑτέροις τῶν ὁμαιμόνων διαδόσεσιν ἐκκαίοντες τῶν ἐλλειφθέντων τὸ φιλόδωρον· ἢ πάλιν, ἵνα μὴ λείπῃ τὸ τῶν μαρτύρων αἷμα χεόμενον πρὸς τὸ ἑξῆς, ἀφ' οὗ καὶ χρόνος λαμπρύνεται καὶ ἔδαφος ἁγιάζεται καὶ ὁ τῶν ὀρθοδόξων θίασος ἐστερέωται. Χαίρω οὖν καὶ συγχαίρω σου τῇ συνεισφορᾷ τοῦ καταλόγου τῶν ὁμολογούντων καί, ὡς ἰδὼν κατ' ὀφθαλμούς, περιφὺς ἀσπάζομαί σε τῷ πνεύματι καὶ ὡς ὁμογνώμονα κρίνω καὶ ὡς πατέρα εἴτουν ἀδελφόν, οὐχ ὡς αὐτὸς ἐκ πολλῆς ταπεινώσεως φῆς. ἔχω καὶ περιέπω καὶ δεξιὰς ὑπὸ μάρτυρι θεῷ ἀοράτως δίδωμι τῆς ἐπὶ τὸ αὐτὸ συμφρονήσεως καὶ συνομολογήσεως μέχρις αἵματος, οὐχ ὡς ἔτυχεν, ἀλλὰ τοῦ μὴ ἐξαρνήσασθαι ἡμᾶς τὸν ποιήσαντα ἡμᾶς Χριστὸν τὸν θεὸν ἡμῶν μήτε μὴν τὴν Θεοτόκον μήτε τινὰ τῶν ἁγίων· δῆλον γὰρ ὅτι