1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

215

Κόσμου ἔτη σξηʹ. Τῆς θείας σαρκώσεως ἔτη ψξηʹ. Ῥωμαίων βασιλεὺς Λέων

ἔτη εʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μαδὶ ἔτη θʹ. αʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Νικήτας ἔτη ιδʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἀποστείλας Μαδὶ τὸν Ἀβασβαλὶ κατὰ Ῥωμανίαςμετὰ δυνάμεως πολλῆς, ἤνοιξε τὸ σπήλαιον τὸ ἐπιλεγόμενον Κάσιν ἀπὸ καπνοῦ, καὶ λαβὼν τοὺς ἐν αὐτῷ αἰχμαλώτους ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Λέων ἤρξατο ἁπλοῦσθαι εἰς τὰ καταλειφθέντα αὐτῷ ὑπὸ τοῦ πατρὸς χρήματα καὶ ἐξευμενίσατο τὸν λαὸν καὶ τοὺς ἐν τῇ πόλει· καὶ ἔδοξεν εὐσεβὴς εἶναι πρὸς ὀλίγον χρόνον καὶ φίλος τῆς ἁγίας θεοτόκου καὶ τῶν μοναχῶν· ὅθεν καὶ μητροπολίτας ἐκ τῶν ἀββάδων ἐν τοῖς πρωτίστοις θρόνοις προεβάλετο· στρατεύματά τε ἐποίησε κατὰ θέμα πολλὰ καὶ τὰ τάγματα ἐπηύξησεν· ὅθεν κινηθέντες οἱ τῶν θεμάτων ἄρχοντες εἰσῆλθον πάντες σὺν πολλῷ πλήθει λαοῦ αἰτούμενοι Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ εἰς βασιλέα. ὁ δέ, ὡς ἔθος τοῖς βασιλεῦσιν, ἀντεδήλου αὐτοῖς, ὅτι "ὁ υἱός μου μονογενής μοί ἐστιν, καὶ φοβοῦμαι τοῦτο ποιῆσαι, μήπως συμβῇ μοι τὸ ἀνθρώπινον, καὶ νηπίου αὐτοῦ ὄντος θανατώσητε αὐτὸν καὶ ἄλλον προβάλησθε. οἱ δὲ μεθ' ὅρκων ὡμολόγουν πληροφορεῖν αὐτὸν μὴ βασιλευθῆναι ἐκτὸς τοῦ υἱοῦ αὐτοῦ, εἰ καὶ θανεῖν αὐτὸν θελήσῃ ὁ θεός. τοῦτο δὲ ἀπὸ τῆς κυριακῆς τῶν βαΐων ἕως τῆς μεγάλης πέμπτης τοῦ λαοῦ ἐνοχλοῦντος καὶ ἐν τῷ ἱπποδρομίῳ σωρευομένου καὶ αἰτουμένου, τῇ ἁγίᾳ παρασκευῇ ἐκέλευσεν ὀμόσαι αὐτούς. καὶ ὤμοσε πᾶς ὁ λαὸς εἰς τὰ τίμια καὶ ζωοποιὰ ξύλα, οἵ τε τῶν θεμάτων καὶ τῆς συγκλήτου καὶ τῶν ἔσω ταγμάτων καὶ τῶν πολιτῶν πάντων καὶ ἐργαστηριακῶν, τοῦ μὴ δέξασθαι βασιλέα ἐκτὸς Λέοντος καὶ Κωνσταντίνου καὶ τοῦ σπέρματος αὐτῶν, καὶ ἐποίησαν ἔγγραφα καθὼς ὤμοσαν ἰδιόχειρα αὐτῶν· καὶ τῇ ἐπαύριον, ἥ τις ἦν τὸ ἅγιον σάββατον, ἐξῆλθεν ὁ βασιλεὺς εἰς τὸ τριβουνάλιον τῶν ιθʹ ἀκουβί450 των καὶ προεβάλετο νοβελίσιμον Εὐδόκιμον, τὸν ἀδελφὸν αὐτοῦ. τὸν γὰρ Ἄνθιμον ζῶν ὁ πατὴρ προεβάλετο. καὶ προῆλθεν ὁ βασιλεὺς σὺν τοῖς δυσὶ καίσαρσι καὶ τρισὶ νοβελισίμοις καὶ τῷ νέῳ Κωνσταντίνῳ εἰς τὴν μεγάλην ἐκκλησίαν, καὶ ὑπαλλάξας τὴν ἐνδυτήν, ὡς ἔθος ἐστὶ τοῖς βασιλεῦσιν, ἀνῆλθεν ἐν τῷ ἄμβωνι σὺν τῷ υἱῷ αὐτοῦ καὶ τῷ πατριάρχῃ. καὶ εἰσελθὼν πᾶς ὁ λαὸς ἀπέθεντο τὰ ἔγγραφα αὐτῶν ἐν τῇ ἁγίᾳ τραπέζῃ. ὁ δὲ βασιλεὺς διελάλησεν οὕτως· "ἰδού, ἀδελφοί, τὴν αἴτησιν ὑμῶν πληρῶ καὶ δωροῦμαι ὑμῖν τὸν υἱόν μου εἰς βασιλέα. ἰδοὺ ἐκ τῆς ἐκκλησίας καὶ τῆς χειρὸς τοῦ Χριστοῦ αὐτὸν παραλαμβάνετε." οἱ δὲ μεγάλῃ τῇ φωνῇ ἐβόησαν, λέγοντες· "ἀντιφώνησον ἡμᾶς, υἱὲ τοῦ θεοῦ, ὅτι ἐκ τῆς χειρός σου παραλαμβάνομεν τὸν κῦριν Κωνσταντῖνον βασιλέα τοῦ φυλάττειν αὐτὸν καὶ ὑπεραποθνήσκειν αὐτοῦ." καὶ τῇ ἐπαύριον, ἥτις ἦν ἡ μεγάλη κυριακὴ τοῦ πάσχα, μηνὶ Ἀπριλλίῳ κδʹ ἰνδικτιῶνος ιδʹ, ὥρᾳ αὐγῆς, ἐξελθὼν ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ ἐν τῷ ἱπποδρομίῳ, καὶ ἐνεχθέντος ἀντιμισσίου, παντὸς τοῦ λαοῦ ὁρῶντος, ἐποίησεν ὁ πατριάρχης τὴν εὐχήν, καὶ ἔστεψεν ὁ βασιλεὺς τὸν υἱὸν αὐτοῦ· καὶ οὕτω προῆλθον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ οἱ δύο βασιλεῖς σὺν τοῖς δυσὶ καίσαρσι καὶ τρισὶ νοβελισίμοις. προῆλθε δὲ καὶ ἡ βασίλισσα Εἰρήνη μετὰ τὸ προελθεῖν τοὺς βασιλεῖς ὀψικευομένη ὑπὸ τῶν σκήπτρων διὰ τῶν σχολῶν, καὶ ἀνῆλθε διὰ τοῦ ἀναβασίου τῆς Χαλκῆς εἰς τὰ κατηχούμενα τῆς ἐκκλησίας μὴ ἐξελθοῦσα εἰς τὴν μέσην τοῦ ἐμβόλου. τῷ δὲ Μαΐῳ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος διεβλήθη Νικηφόρος, ὁ καῖσαρ καὶ ἀδελφὸς τοῦ βασιλέως, τῷ βασιλεῖ ὡς ἐπιβουλὴν σκευάζων κατ' αὐτοῦ μετὰ σπαθαρίων τινῶν καὶ στρατόρων καὶ ἑτέρων βασιλικῶν ἀνθρώπων· καὶ ποιήσας ὁ βασιλεὺς σιλέντιον ἐν τῇ Μαγναύρᾳ ἀνέθετο τῷ λαῷ τὰ περὶ αὐτοῦ ῥηθέντα. οἱ δὲ ὁμοθυμαδὸν ἀνεβόησαν τοῦ παρασταλῆναι ἀμφοτέρους ἐκ τοῦ μέσου, μὴ μνησθέντες οἱ ἀεὶ ἐπίορκοι ἃ ὤμοσαν τῷ πατρὶ αὐτῶν, μὴ καταδέχεσθαι μετὰ θάνατον αὐτοῦ ἀδικηθῆναι τὰ τέκνα