216
πολιτικοῖς πράγμασιν ὁ κριτὴς, τοῦτο τοῖς δημοσίοις δύναιτ' ἂν ὁ ἐξισωτής. ἐκεῖνος τε γὰρ εὐνομίαν ταῖς πόλεσι παρασκευάζει, δικαίως διαιτῶν καὶ τοῖς νόμοις πείθεσθαι καταναγκάζων, καὶ οὗτος, ἂν ἐθέλῃ τὰ δίκαια ποιεῖν καὶ τὰ λυσιτελοῦντα τῷ κοινῷ, τῶν μὲν ἀφαιρήσεται, ἂν πλέον καρπῶνται τοῦ δικαίου, τοῖς δὲ ἔλαττον ἔχουσι προσθεὶς, προθύμους πρὸς τὰς στρατείας παρασκευάσει πάντας καὶ φυλάττοντας τὴν τάξιν καὶ πειθομένους ἄριστα τοῖς στρατηγοῖς. ὡς οὖν μεγάλα πεπιστευμένος καὶ τὰ μέγιστα συμβαλλόμενα πρὸς τὴν διοίκησιν τῶν ὅλων, οὕτω χρὴ καὶ πεπεῖσθαι καὶ προσήκουσαν σπουδὴν καὶ προθυμίαν ἐπιδείκνυσθαι ἐπὶ τοῖς ἔργοις.» τοιαῦτα μὲν διῆλθε πρὸς αὐτὸν, ἀπολογίαν ποιούμενος ἐφ' οἷς ἠξίου. ἔπειτα τῶν χρημάτων ἐπυνθάνετο τὸν ἀριθμὸν ὁπόσος εἴη. τοῦ δὲ ἀποκριναμένου, χρυσίου μὲν εἶναι μυριάδας δέκα, ἔπιπλά τε καὶ σκεύη, ἐκ χρυσοῦ πεποιημένα καὶ ἀργύρου, χρυσίων τετρακισμυρίων ἄξια, καὶ ταῦτα φαμένου πάντα τὸ νῦν ἔχον ἑτοίμως ἐπιδοῦναι ἔχειν, τῶν οἰκετῶν μετακαλεσάμενός τινα, 2.63 «οὐκοῦν» ἔφη «ταῦτα τούτῳ παράδος ἀπελθών.» ὡς δὲ μηδὲν μελλήσας ἐπορεύετο τὰ προστεταγμένα ἐκπληρώσων, πρὶν οἴκαδε ἐλθεῖν ὁ μέγας δομέστικος ἐκέλευεν ἀναστρέφειν. καὶ τῆς μὲν προθυμίας ἕνεκα ἐπῄνει, τὰ χρήματα δὲ ἐκέλευεν αὐτὸν φυλάττειν, ὡς νῦν μὲν αὐτῶν οὐ δεομένῳ. ἐὰν δὲ τῶν ἰδίων ἀναλωθέντων, καὶ τούτων δεηθῇ, τότ' ἤδη λαμβάνειν, ὡς αὐτῷ καὶ ταῦτα διαφέροντα, καὶ ἀναλίσκειν, ὅποι ἂν δοκῇ τῷ κοινῷ ἀναλωθέντα μάλιστα λυσιτελήσειν. ὁ δ' ἀπηγόρευε μὲν τῶν χρημάτων τὴν φυλακὴν, οὐ καθ' ἡδονὴν εἶναι, φάσκων, αὐτῷ παρακατέχειν ἔτι· ὅμως ἀναγκαίως προσταττόμενος ἐπείθετο. μετὰ τοῦτο δὲ ὁ μέγας δομέστικος τῶν τε συγκλητικῶν καθ' ἕνα καὶ τῶν ἄλλως εὐγενείᾳ διαφερόντων, ἔπειτα καὶ στρατιώτας μετακαλούμενος, τῆς τε παρὰ βασιλέως ἀποτεταγμένης ἑκάστῳ προνοίας ἐπυνθάνετο τὸν ἀριθμὸν καὶ εἰ τοσοῦτον κέκτηται νῦν ἢ τοῦ τεταγμένου ἧττον. τῶν δὲ ἀποκριναμένων ἑκάστου, ὅπως εἶχε τὰ αὐτοῦ, τοῖς μὲν ἀπεστερημένοις τῶν δεόντων τὸν Πατρικιώτην ἐκέλευεν ἀναπληροῦν καὶ προσέτι προστιθέναι, ὅσον αὐτῷ καλῶς ἔχειν ἐδόκει, ἀναλόγως ἑκάστῳ τὴν εὐεργεσίαν προστιθείς· τοῖς δὲ ἀνενδεεῖς τὰς ἐκ βασιλέως ἔχουσι προσόδους καὶ αὐτοῖς ἐκέλευεν ὁμοίως πρὸς οἷς ἔχουσι καὶ ἑτέρας προστιθέναι. καὶ ἐν ἑξήκοντα ἡμέραις μάλιστα γεγενημένου τοῦ ἀναδασμοῦ, τοῖς τε ἔλαττον ἔχουσι προσετίθετο τὸ ἐλλεῖπον μετὰ προσθήκης, καὶ τοῖς λειπομένοις μηδενὸς ἡ προσθήκη προσεγίνετο. καὶ πάν 2.64 τες ἐξαρκούσας τὰς προσόδους ἡγησάμενοι, χάριτάς τε ὡμολόγουν τῷ μεγάλῳ δομεστίκῳ πολλὰς, καὶ πρόθυμοι ἦσαν τοῖς ὁπουδήποτε γῆς τῶν Ῥωμαίων πολεμίοις μάχεσθαι. καὶ ὅπλα ἐπεσκεύαζον διασμήχοντες, καὶ ἵππους προσεπορίζοντο καὶ πλείους καὶ βελτίους τῶν προτέρων· καὶ ὅλως ἐδόκουν καὶ ἀγανακτεῖν, ὅτι μὴ τάχιον πρὸς ἄμυναν ἐξάγονται τῶν πολεμίων. θʹ. Ἐπεὶ δὲ ταῦτα αὐτῷ διῴκητο καλῶς, συνεβούλευε τῇ βασιλίδι, τὸν υἱὸν βασιλέα τὸν Ἰωάννην χρίειν τε μύρῳ τῷ ἁγίῳ καὶ στέφει τὴν κεφαλὴν κατακοσμεῖν. καὶ ἔπεισέ γε δόξας βουλεύεσθαι καλῶς. τῶν δὲ καθ' αἷμα προσηκόντων βασιλεῖ τινων μὴ δίκαιον εἶναι παραινούντων, τοῦ πατρὸς ὀλίγῳ πρότερον τετελευτηκότος βασιλέως, τὸν υἱὸν πανηγυρίζειν, τοῦτο δὲ αὐτοῖς ὁ παρακοιμώμενος Ἀπόκαυκος ὑπετίθει λέγειν, ὡς ἐκ τῶν ὕστερον γέγονε καταφανὲς, τὴν γεγενημένην στάσιν μελετῶν καὶ μὴ βουλόμενος βασιλίδα τῆς εἰς αὐτὴν καὶ τὸν υἱὸν εὐνοίας ἐνέχυρα πιστὰ κεκτῆσθαι παρὰ μεγάλου δομεστίκου, εἰς τὴν ὑστεραίαν τὸ ἔργον ἀνεβάλλετο ἡ βασιλὶς, τὴν μέμψιν τινῶν αἰτιωμένη, ὅτι δὴ πυθόμενοι κατηγοροῖεν, ὡς οὐ κεχρημένων τῷ πράγματι κατὰ καιρὸν, ἀλλ' ἐν οἷς ἔδει κόπτεσθαι καὶ θρηνεῖν, πανηγυριζόντων αὐτῶν καὶ τὴν βασιλικωτάτην τελούντων ἑορτήν. ὁ δ' ἀνοηταίνειν ἔφασκε παντάπασι τοὺς εἰρηκότας καὶ μηδὲ 2.65 τοῦτο ἐννοεῖν, ὡς πολλοῖς τῶν βασιλέων τελευτῶσιν ἡ ἀνάῤῥησις ἐγίνετο τῶν παίδων, οὐδενὸς αὐτοῖς τὴν ἀκαιρίαν μεμφομένου, ἀλλὰ πάντων, ὥσπερ δίκαιον ἦν,