216
τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ελαθον δὲ χείρονα καθ' ἑαυτῶν εἰσδεξάμενοι τύραννον. τούτων δ' ἐν ̔Ιεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν ̔Ρώμην κατέλαβεν αὐτοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦτα οὐκ ηρεσκε, καὶ ἀπηξίου δεσπότην εχειν τὸν Οὐιτέλλιον. οἱ δ' ἡγεμόνες τῶν σὺν αὐτῷ ταγμάτων, 2.53 ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα. ̔Ο δὲ μέλλων ηδη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν ̔Ιεροσολύμων πολιορκίαν ἀνέθετο. ος τὰς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τὰ ̔Ιεροσόλυμα, καὶ πρὸ τριάκοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ῃει τὴν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκθέουσι δὲ τῆς πόλεως απειροι· καὶ οἱ μὲν πλεῖστοι τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν ̓Ιουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ' ὀλίγων τῶν αλλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ' αὐτόν, ἐπιστρέφει τὸν ιππον, καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας επεσθαι ἐμβάλλει τοῖς ̓Ιουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατόπεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῷ. Μεθ' ἡμέραν ουν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος δ' ἐστὶν ουτω καλούμενος διέχων τῆς πόλεως σταδίους ἑπτά, οθεν η τε πόλις καὶ ὁ ναὸς καταφαίνεται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ' ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ εξωθεν πόλεμος τὴν εριν ἀνέπαυσεν. ἐμάχοντο ουν τοῖς βαλλομένοις στρατόπεδον οἱ ̓Ιουδαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναντίους, μᾶλλον δ' ἐκακοῦντο αὐτοί. λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ενδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ ̓Ιωάννης σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων, κατεθάρρει τοῦ Σίμωνος. 2.54 ̔Ο δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοῦ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν ἐγίνετο, ̓Ιουδαίοις δὲ κατὰ ̔Ρωμαίων ἐνέδρα τις μεμηχάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προελθόντες τῆς πόλεως, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν τὰ εἰρηνικὰ φρονούντων, περὶ τὸ τεῖχος ησαν εἰλούμενοι· αλλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες, εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς ̔Ρωμαίους ὡς τὰς πύλας ἀνοίξοντες. τοῖς μὲν ουν στρατιώταις οὐδὲν ὑπωπτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ εργον, Τίτῳ δὲ δι' ὑποψίας ην τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ ̓Ιωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προκαλούμενος, οὐδὲν φρονοῦντας ευρισκε μέτριον. μένειν ουν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθασάντων δέ τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον καὶ ἐκύκλουν αὐτούς. καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη κατ' αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖλον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἱ μὲν ̓Ιουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι. Ηδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε τῷ τείχει, καὶ ουτω πεφραγμένων ̓Ιουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἱ ̔Ρωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχεσιν ἡ πόλις περιεβέβλητο· οπου δ' ἡ φύσις τοῦ τόπου ταύτην ὠχύρου, ἑνὶ περιβόλῳ διέζωστο. ουτω δ' ἐχούσης τῆς πόλεως απορος ἐδόκει τῷ Τίτῳ ἡ προσβολή. τέως δ' ουν εδοξε κατὰ τὸ ̓Ιωάννου τοῦ 2.55 ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν υλην, ιν' ἐγείροιεν χώματα. καὶ οἱ μὲν εἰς εργον ηγον τὸ κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμένων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος. Ηδη τῶν κριῶν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος, κραυγὴ παρὰ τῶν ενδον ηρθη, καὶ οἱ στασιασταὶ δείσαντες ὡμονόησαν, κοινὴν τὴν αμυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε