216
̓Εφοινίσσετο. ἐρυθραίνετο. τὸ πρόσωπον ἐφοινίττετο. ̓Εφραγγέλωσαν. τουτέστιν ἐμάστιξαν. epsilon.937 ̓Εφοδευσάτωσαν. κατασκοπευσάτωσαν. ̓Εφοδεύεται. διοδεύεται. ̓Εφόρουν. ἐκόμιζον. Θουκυδίδης· ἐφόρουν τὴν υλην εἰς αὐτόν. ̓Εφρύαξαν. ἐταράχθησαν. ινα τί ἐφρύαξαν εθνη. ὁ δὲ ̓Ακύλας ἐθορυβήθησαν, ὁ δὲ Σύμμαχος ἠναισχύντησαν ἡρμηνεύκασιν. Εφριξα. τὰς τρίχας ὠρθώθην. ἐπυκνώθη. καὶ Ομηρος· εφριξε δὲ μάχη-. Εφυρον. εβρεχον η επλυνον. Εφυ. ἐγένετο η ἐγεννήθη. ̓Εφυλάξατο. ἐξέκλινεν, ειασεν. ἐφυλάξατο δὲ τὰ μαλακὰ καὶ ψαμμώδη. Εφυντο. ἐνέφυσαν, σφόδρα ἐπεβάλλοντο, ωστε δοκεῖν συμπεφυκέναι. ̓Εφώδευσαν. ἐπέτρεχον. ̓Εφιλοτιμεῖτο. ἐνηβρύνετο, ἐλαμπρύνετο. τοῦ Θεολόγου· καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις. Εφεπε. ἐδίωκε. τοῦ Θεολόγου· εφεπε κλονέων. ̓Εφόρεισ. εφερες. ̔Ησίοδος· -αλλα τε πολλὰ ἁρπάζων ἐφόρεις-. ( ̓Επίῤῥημα.) * ̓Εφφαθᾶ. διανοίχθητι.* epsilon.938 ̓Εφεξῆσ. ἐπίσης, κατὰ τάξιν. ̓Εφύπερθεν. ὑπεράνωθεν. Τὸ Ε μετὰ τοῦ Χ. ( ̓Αρσενικόν.) ̓Εχέφρων. φρόνιμος. ̓Εχέμυθος καὶ ἐχεμυθότατοσ. ὁ φρόνιμος. ̓Εχέγγυοσ. ὁ ἀσφαλὴς ἐγγυητής. ὁ διὰ πίστεως αξιος. παρὰ Θουκυδίδῃ. ἰσχυρὸν, ἐγγυῆσαι δυνάμενον. * Εχθιστοσ. μισητός.* Εχησ. ὁ πλούσιος. καὶ κλίνεται εχητος. ̓Εχθρόσ. ἀντικειμένη ἐπὶ τὸ βλάπτειν πρόθεσις. ̓Εχθοδοπόσ. ὁ ἐχθροποιός. Εχισ. ὁ οφις. † ̓Εχέτησ. ονομα κύριον.† ̓Εχῖνοσ. ὁ ἀκανθόχοιρος, παρὰ τὸ συνέχειν ἑαυτὸν στρογγυλούμενον. ἐν γὰρ τῷ ἀλέξασθαι τὸν ἐπερχόμενον, συνειλούμενος, τὸν τῶν ἀκανθῶν περίβολον προβάλλεται εἰς ερυμα. ἐχῖνος καὶ τοῦ βοὸς ὁ γαστὴρ, παρὰ τὸ ἐπέχειν ἐν ἑαυτῇ τὴν τροφήν. ἐχῖνος καὶ ὁ λέβης, ὁμοίως. ἐχῖνος καὶ αγγος τὶ, εἰς ο τὰ γραμματεῖα πρὸς epsilon.939 τὰς δίκας ἐτίθεντο. καὶ πόλις Θετταλίας ουτω καλουμένη, ἀπὸ ̓Εχίνου ἑνὸς τοῦ τὴν Σπάρτην ἐνοικήσαντος. σημαίνει καὶ μέρος ἀστέρος. ειρηται δὲ ἐχῖνος ὁ θαλάσσιος καὶ αλλος ἀπὸ τοῦ εχειν ἑαυτὸν τῶν σαρκῶν ἀφανῶν οὐσῶν. η ἐχῖνος κατὰ ἀντίφρασιν ἀπὸ τοῦ μὴ δύνασθαι εχεσθαι διὰ τὰς ἀκάνθας ὡς ἀγρόπτος. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ὡς ̓Ακραγαντῖνος. ̓Εχινόπουσ. ἀκάνθης ειδος. παρὰ τὸ ἐπέχειν τοὺς πόδας τῶν βαδιζόντων ἐπ' αὐτῆς. η οτι ἐχίνου θαλασσίου ποσὶν εοικεν. ̓Εχυρόφρονεσ. οἱ τῇ φρονήσει ἀσφαλεῖς. ̓Εχυρόσ. ὁ ἀσφαλής. παρὰ τὸ εχειν ἐχυρὸς, οθεν καὶ ἐνέχυρον, ἀείχυρόν τι ον· καὶ κατὰ στέρησιν τοῦ ˉα ἐχυρόν. (Θηλυκόν.) ̓Εχενηΐσ. ειδος ἰχθύος. ειρηται δὲ ἀπὸ τοῦ α εχειν καὶ κρατεῖν τὴν ναῦν. ἐχενηῒς καὶ ἡ κρατοῦσα τὴν ναῦν αγκυρα. αγκυράν τ' ἐπὶ τοῖς ἐχενηΐδα δεσμὸν ἀέλλης. ̓Εχινάσ. ονομα νήσου. ̓Εχεμυθία. σιωπή. μυστήριον. ̓Εχέτλη. τοῦ ἀρότρου τὸ κράτημα, ου εχεται τῇ χειρὶ ὁ ἀροτριῶν. ὡς παρὰ τὸ εξυσται ξύστρα, ουτως εχεται ἐχέτλη κατὰ συγκοπήν. epsilon.940 ̓Εχθραντέα. μισητή. Εχιδνα. οφις. ̓Εχυρά. ἀσφαλής. (Οὐδέτερα.) ̓Εχέγγυον. ἀσφαλές. ̓Εχέμυθον. μυστήριον, κρυπτὸν η φρόνιμον. ην δὲ ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους. καὶ ἐχεμυθότατον, τὸ φρονιμώτατον. Εχθιον. ἐχθρότατον. μισητότατον. Σοφοκλῆς· βουλῆς γὰρ οὐδέν ἐστιν εχθιον κακῆς. Εχθοσ. τὸ μῖσος. καὶ εχθημα, τὸ μίσημα. ̓Εχθοδοπόν. τὸ ἐχθροποιόν. ̓Εχείδιον. ὀφείδιον. Εχμα. τὸ στήριγμα. ̓Εχύρωμα. ἡ ἀσφάλεια. ὁ δὲ σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ. ( ̔Ρήματα.) ̓Εχάτιζεν. εχρῃζεν. Εχε δή. ἀντὶ τοῦ αγε δή. η αρα δὴ πρόσεχε. η τὶ τοιοῦτον. Εχεεν. εχωσεν. ̓Εχεμυθεῖ. εχει καὶ κρύπτει ἐν ἑαυτῷ τὸν λόγον. epsilon.941 Εχετον. ἀντὶ τοῦ ἐχέτωσαν. καὶ ἐχέτην ἀντὶ τοῦ ειχον. δυϊκά. ̓Εχέτω. κρατείτω. ̓Αριστοφάνης· ̓Εχέτω δὲ πνοὰς νήνεμος αἰθήρ· Κῦμα δὲ πόντου μὴ κελαδείτω Γλαυκόν. ̓Εχειρώθη. ἐκρατήθη. Εχει. ἀντὶ τοῦ τέθνηκεν. εχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσας. ̓Εχεῖτο. ἐξεκέχυτο. ̓Εχηρώθησαν. ἀνδρῶν ἐστερήθησαν. ἐχήρευσαν. Εχῃρα. ἐχάρην. ̓Ιωνικῶς. ̓Εχθόμενοσ. μισούμενος. ̓Εχθρεῦσαι. ἐχθροὺς γενέσθαι. ἐχθρεῦσαι φασὶν αἰετὸν καὶ κάνθαρον ἐκ τοῦ ἑκάτερον αὐτῶν τὰ ὠὰ θατέρου διασπᾷν. ̓Εχθραίνει. μισεῖ. ̓Εχιλιώθη. χίλια ἐζημιώθη. ̓Εχόμενα. ἐγγύθεν, πλησίον. Εχοντεσ. οἰκοῦντες.