216
ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Ἐπειδή τινες προφασίζονται, οἱ μὲν γάμον, οἱ δὲ στρατείαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πενίαν, καὶ ἄλλοι ἄλλα τινὰ εἶναι ἐμπόδια τῆς σωτηρίας, βούλομαι σήμερον πᾶσιν ὑμῖν ὑποδεῖξαι, ὅτι οὐδὲ πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε τέχναι, οὔτε τι τῶν τοιούτων, πρὸς τὴν σωτηρίαν. Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον, καὶ ἀπῆλθεν· ἀλλ' ἔτι καὶ δῶρα προσήνεγκεν. Τὸ γὰρ ὕδωρ εἰς οἶνον μετήγαγεν. Ὁ ∆εσπότης παρεγένετο, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ὑβρίζεις, καὶ λέγεις ὅτι ἐμπόδιόν ἐστι πρὸς σωτηρίαν ὁ γάμος; οὐδὲν τοιγαροῦν ἐμπόδιον πρὸς εὐσέβειαν. Μωσῆς γυναῖκα εἶχεν, καὶ τέκνα, Ἠλίας παρθένος ἦν· καὶ ὁ μὲν Μωσῆς ἐκ τοῦ οὐρανοῦ 96.145 μάννα κατήγαγεν, ὁ δὲ Ἠλίας ἐκ τοῦ οὐρανοῦ πῦρ. Μωσῆς ὀρτυγομήτραν ἤγαγεν, καὶ Ἠλίας λόγῳ τὸν οὐρανὸν ἔδησεν. Μωσῆς τῷ Θεῷ ὡμίλησεν, ὁμοίως καὶ Ἠλίας ἠξιώθη τῆς τοῦ Θεοῦ ὁμιλίας. Μωσῆς θάλασσαν ἔσχισεν, καὶ τὸν λαὸν διήγαγεν, Ἠλίας τῷ ἅρματι πυρίνῳ ἀνελήφθη εἰς τὸν οὐρανόν. Μήτι παρέβλαψε τοῦτον ἡ παρθενία; μήτι παρενεπόδισε τοῦτον γυνή; Εἶδες Ἠλίαν τὸν ἀέρος ἡνίοχον· εἶδες Μωσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον· ἰδέ μοι καὶ Πέτρον τὸν στύλον τῆς Ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα εἶχεν. Καὶ πόθεν δῆλον ὅτι γυναῖκα εἶχεν; Ἐκ τῆς εὐαγγελικῆς μαρτυρίας τοῦτο ἀποδείξομεν. Φησὶ γάρ· Ὁ Κύριος εἰσῆλθεν πρὸς τὴν πενθερὰν Πέτρου, καὶ ἦν ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυγεν ὁ πυρετός· καὶ ἀνέστη, καὶ διηκόνει αὐτῷ. Ὁρᾷς ὅτι καὶ ὁ Πέτρος γυναῖκα εἶχεν. Μηδεὶς οὖν προφασιζέσθω, μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε τέχνην, μήτε δουλείαν, μήτε πλοῦτον, μήτε πενίαν. Ταῦτα γὰρ πρόφασις καὶ σκῆψις· ταῦτα ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι Στρατιώτης εἰμὶ, καὶ οὐ δύναμαι σωθῆναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης ἦν; καὶ λέγει τῷ Ἰησοῦ· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλ' εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰςραὴλ τοσαύτην πίστιν εὗρον. Μήτι ἐνεπόδισεν αὐτὸν ἡ στρατεία; Ἀλλ' ἔχεις εἰπεῖν, Χειροτέχνης εἰμί. Καὶ Παῦλος ἦν τοιοῦτος, ἀλλὰ καὶ σκυλευτὴς τῶν Ἐκκλησιῶν· καὶ μετὰ ταῦτα ἐγένετο κήρυξ καὶ ἀπόστολος. Ἀλλὰ τί; πλούσιος; Καὶ Ἀβραὰμ πλούσιος ἦν, καὶ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Ἀλλὰ τί ἔχεις εἰπεῖν; δοῦλος; Οὐκ ἀνέγνως Παῦλον γράφοντα Φιλήμονι; Ὀνήσιμον τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ καὶ ἐμοὶ καὶ σοὶ εὔχρηστον ἐν Κυρίῳ; Ἀλλὰ βασιλεύς; Καὶ ∆αβὶδ βασιλεὺς γέγονεν, ἀλλ' ὅτε ἥμαρτεν, καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας, ἧσπερ ἐποίησεν, ὡμολόγησε τὸ πλημμέλημα, καὶ εἶπεν· Ἥμαρτον τῷ Κυρίῳ. Καὶ ὁ Νάθαν ἑωρακὼς τὴν ταχεῖαν μετάνοιαν, λέγει αὐτῷ, Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου. Ἐπειδὴ γὰρ ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα καὶ ἡ συγχώρησις. Ἀλλ' ἐρεῖς· Νεώτερός εἰμι. Ὅρα τὸν ∆ανιὴλ λέοντας φιμώσαντα, καὶ δράκοντα διαῤῥήξαντα, καὶ τὸν Βὴλ καταβαλόντα, καὶ τοὺς πρεσβυτέρους κατακρίναντα, τὴν δὲ Σωσάνναν διασώσαντα. Ἀλλὰ τί φησιν; Ἀκρατὴς καὶ θερμὸς τῷ σώματι. Ὅρα τὸν Ἰωσὴφ, πῶς φιλοσοφίαν πολλὴν ἐπεδείξατο, καὶ σωφροσύνην περιεπτύξατο, τὸν μὲν χιτῶνα σχίσας, τὴν πίστιν οὐ διαῤῥήξας, τὴν ἀναισχυντίαν τῆς Αἰγυπτίας ἐνίκησεν, καὶ τὴν ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί; χήρα; Ὅρα τὴν Σιδωνίαν, ἥτις ὑπεδέξατο τὸν Ἠλίαν, καὶ ἐθεράπευσεν ἄρτῳ καὶ ὕδατι. Ἀλλ' ἐρεῖς, ὅτι Καὶ πόρνη εἰμί. Ὅρα Ῥαὰβ τὴν πόρνην κατακρύψασαν τοὺς κατασκόπους μεθ' ἑαυτῆς, καὶ τὸν οἶκον αὐτῆς περισώσασαν. Ἀλλὰ πένης εἶ; Ὅρα τὸν Λάζαρον, ὅτι ἐν τοσαύτῃ πενίᾳ ὣν, πόσην φιλοσοφίαν ἐπεδείξατο 96.148 καὶ ὑπομονήν. Φιλότεκνος εἶ; ἀλλὰ καὶ Ἰώβ. Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς εἰς γάμον· παραγενομένου δὲ αὐτοῦ, λέγει αὐτῷ ἡ μήτηρ· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ· Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Καὶ τοῦτο εἰπὼν λέγει· Γεμίσατε τὰς ὑδρίας