216
τὸν ἑκού σιον σταυρὸν καὶ τὴν] εἰς οὐρανοὺς ἄνοδον, τὰς θεο πρεπεῖς ἀφῆκεν ἀκτῖνας· εἰκότως ὁ προφήτης βοᾷ, "Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο." Οὐ γὰρ ἃ μὴ εἶχεν ἔλαβεν, ἀλλ' ἅπερ εἶχεν ὑπέδει ξεν. Οὕτω καὶ πρὸς τὸν οἰκεῖον πατέρα φησὶν, "Πάτερ, δόξασόν με ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι. [Οὐκ ἄδοξος μετὰ τὴν ἐνανθρώπησιν· ἀλλ' ἵνα μαρτυρηθῇ τὸ οὗ 80.1625 τός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.] "Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο." Ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, σαφῶς ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε. Τοιγαροῦν οὐχ ἑτέρωθεν ποθὲν ἐδέξατο δύναμιν, ἣν μὴ πρότερον εἶχεν, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει κατὰ τῶν πολεμίων ἐχρήσατο· σχηματίζει δὲ αὐτὸν ὁ προφητι κὸς λόγος, οἷόν τινα βασιλέα βασιλικὴν πανοπλίαν πε ριβαλλόμενον, καὶ ζώνῃ χρώμενον, καὶ κατὰ τῶν πολεμίων ἀγωνιζόμενον. Εἶτα δείκνυσι τὰ ἐν τεῦθεν γινόμενα κατορθώματα. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἤ τις οὐ σαλευθήσεται." Ἑδραίαν, φησὶ, τὴν οἰκουμένην ἀπέφηνε, καὶ στεῤῥὰν, τὸ βέβαιον τῆς θείας γνώσεως ἔχουσαν, καὶ τῆς τοῦ ψεύδους πλάνης ἀπηλλαγμένην. Οὐκέτι γὰρ οἱ ἄνθρω ποι, νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσιν, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσφέρουσιν. βʹ. "Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰ ῶνος σὺ εἶ." Οὐ νῦν, φησὶ, τῆς βασιλείας ἐδέξω χειροτονίαν, ἀλλ' ἀΐδιον ἔχεις τὸ κράτος, καὶ τὴν βα σιλείαν αἰώνιον· καὶ περὶ μὲν τῆς βασιλείας, καὶ ἐν τῷ μʹ καὶ δʹ ἔφη ψαλμῷ· "Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Τὸ δὲ ἀναλλοίωτον αὐ τοῦ, καὶ ἄτρεπτον, ἐν τῷ ραʹ ψαλμῷ, πάλιν ἡμᾶς ἐδίδαξε· "Σὺ γὰρ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. [Εἰ γὰρ καὶ ἄνθρωπος ἐγέ νου, οὐκ ἐνδεὴς τῆς θεότητος, οὐδὲ τοῦ Πατρὸς ἢ τοῦ παναγίου Πνεύματος ἐχωρίσθης· μία γὰρ οὐσία τῆς ἀχράντου Τριάδος· μία βασιλεία, μία κυριότης.] Ἀμφοτέρας μέντοι τὰς μαρτυρίας ὁ μακάριος Παῦλος προσήρμοσε τῷ ∆εσπότῃ Χριστῷ. γʹ. "Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ πο ταμοὶ φωνὰς αὐτῶν, ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρί ψεις αὐτῶν." Ποταμοὺς τοὺς ἱεροὺς ἀποστόλους καλεῖ, καὶ τοὺς μετ' ἐκείνους δεξαμένους τὸ κή ρυγμα. Οὗτοι γὰρ ποταμῶν δίκην ἅπασαν ἀνθρώ ποις τὴν ἀρδείαν προσήνεγκαν. Οὕτως αὐτοὺς καὶ ὁ μακάριος προσηγόρευσεν Ἀββακούμ· "Ποτα μῶν ῥαγήσεται γῆ," τουτέστι διαιρεθήσεται, καὶ τὴν ἀρδείαν δέξεται. Οὕτω καὶ ὁ Κύριος ἔφη· "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Οὗ τοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγματα, καὶ τὰς οἰκείας πο ρείας ποιούμενοι. Τρίψεις γὰρ τὰς τρίβους ἐκάλε σεν. Ἐπειδὴ γὰρ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρί βειν τὴν ὑποκειμένην γῆν, καὶ πορείαν ἐργάζεσθαι, 80.1628 εἰκότως τρίψιν τῶν ποταμῶν τὴν πορείαν ἐκάλεσεν· οἱ γὰρ πρῶτοι πιστευθέντες τὸ κήρυγμα τὴν ὁδὸν δευτέροις ηὐτρέπισαν, καὶ ἄπονον αὐτοῖς καὶ ἀτα λαίπωρον τὴν διδασκαλίαν ἐπραγματεύσαντο. δʹ. "Ἀπὸ φωνῶν ὑδάτων πολλῶν, θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης." Καθάπερ τῶν μεγά λων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπε χόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ τῶν ποταμίων ῥευμάτων· οὕτω καὶ τῆς γλυκείας καὶ ποτίμου τῶν ἀποστόλων διδασκαλίας τῇ ἁλμυρᾷ καὶ πικρᾷ τῆς οἰκουμένης θαλάττῃ προσφερομένης, ζάλη τις ἐγένετο, καὶ κύματα ἐπάλληλα διαν ίστατο. Τοῦτο καὶ ὁ μακάριος προείρηκεν Ἀββα κούμ. Εἰρηκὼς γὰρ, "Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε καὶ ὠδινήσουσι λαοὶ," σκορπίζων ὕδατα πορείας, ἐπήγαγεν· "Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. Τῆς τοιαύτης ἅπασα πόλις ἐπέπληστο ζάλης· αὐτοῦ γάρ ἐστι τοῦ Κυ ρίου φωνὴ, "Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰ κουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυ γατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς." Ἀλλ' ἡ μὲν ἀρχὴ τοῦ κηρύγμα τος εἶχε τὴν ζάλην· νῦν δὲ ὁ τῆς θαλάττης δεσπό της ἐπετίμησε τῇ