216
τῇ τῆς εἰκόνος ἑκάστου ἀρνήσει ὁ εἰκονιζόμενος ἤρνηται ἀπαραλλάκτως, εἴπερ ταὐτὸν ἀμφότερα, ἀρχέτυπον καὶ εἰκών, τιμῇ τε καὶ τῷ κράτει. εἰ δὲ τοῦτο οὕτως, ὥς φασιν οἱ θεοφόροι, δῆλα δὴ καὶ τῇ ὁμολογίᾳ καὶ ἀρνήσει. ἐπεὶ οὐδὲ ἤρνηται ὁ ζωοποιὸς σταυρὸς ἐκπτυομένου τοῦ τύπου αὐτοῦ; ἀλλ' ἤρνηται σαφῶς· οὐδὲ ἠθέτηται ἀντιρρητικῶς τῆς εἰκόνος αὐτοῦ; ἀλλ' ἠθέτηται ἀσφαλῶς. τί φησιν ὁ Κύριος; ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. καί γε εἰκὼν ἄνθρωπος θεοῦ καὶ ἔγγυος μᾶλλον ἡ τέχνη [τῇ] τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ ἢ ἄνθρωπος, καθόσον πλείστη ἐμφέρεια ἐπὶ θατέρας τοῦ πρωτοτύπου Χριστοῦ ἢ μίμησις ἐπὶ τῆς ἑτέρας τῆς ἀνεμφεροῦς ἐν πᾶσι τοῖς οὖσι θεότητος, κἂν κατά τι ἐνδεχόμενον λέλεκται ὡμοιῶσθαι. τοιγάρτοι αὐτὸς ὁ Κύριος εἴρηκεν κατὰ τὸ ἀκόλουθον τῆς διανοίας δυνάμει, ὁ ἀθετῶν τὴν εἰκόνα μου ἐμὲ ἀθετεῖ· καὶ ἀλλοίως οὐκ ἔστιν, εἰ καὶ μὴ δοκοίη τοῖς ἀρνησιχρίστοις. Στήτω ὁ λόγος ἐνταῦθα, μὴ ὑπεραλλόμενος τοῦ τῆς ἐπιστολῆς μέτρου· καὶ προσευχέσθω ἡ ἁγιωσύνη σου περὶ τῆς οὐθενότητός μου, ἀφεμένη τῶν κατ' ἐμοῦ ἐγκωμίων, οὐδὲν ἔχοντος ἀγαθὸν οὔτε μὴν πράξαντος. εἰ δὲ ὅτι ὁ φοιτητὴς ἡμῶν ἀδελφὸς Ὑπάτιος ἐπαινετέος σοι, χάρις τῷ ὅρπηκι, οὐ τῇ ῥίζῃ· πολλοὶ γὰρ καὶ εὐθύκομοι βλαστοὶ ἐκ κακορρίζων καὶ μάλιστα ἐπὶ τῶν προαιρετικῶν. 362 {1Μακαρίῳ ἡγουμένῳ}1 Αὐταρκῶς διιππεύων ὁ τῆς σιωπῆς χρόνος· διὸ ἀναγκαῖον ἡγησάμην ἀφῆσαι φωνήν μου οἰκτρὰν μέν, ὅμως ἀγαπητικὴν πρὸς τὴν πατρικήν σου ὁσιότητα. τίς γὰρ καὶ ὁ συναπτικώτερός σου ἡμῖν εἰς τὰ πρὸς Κύριον, ἔκ τε τοῦ βίου καὶ τοῦ λόγου κατηγλαϊσμένου, προσθείην δ' ἂν καὶ τῆς ταὐτοπαθείας ἔκπαλαι συνημμένου; Τί δέ σοι, πατέρων ἄριστε, δοκεῖ τὰ παρόντα, ἀλλ' οὐχὶ προεισόδια τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως; ἤρθη Χριστὸς ἐκ μέσου γραφόμενος σὺν μητρὶ καὶ θεράπουσιν, ὅπερ ἐστὶν ἰουδαϊσμοῦ ἤτοι ἑλληνισμοῦ. ἄρχουσιν οὐ ποιμένες ἀλλὰ λύκοι, ὅλους τοὺς ὑπὸ χεῖρα ὁμοίους ἔχοντες καί, εἴ που πρόβατον Χριστοῦ εὑρεθῇ, σπεύδουσι θηριάλωτον αὐτὸ ἀπεργάσασθαι. δυοῖν τῶν ποτέ μου μαθητῶν νῦν ἀθέως ποιμαίνοντες ἀγριώτερον τῶν ἄλλων μαίνονται, τοὺς συμμαθητὰς οὓς μὲν κατεσθίοντες τῇ ὑφαρπαγῇ τῆς αἱρέσεως, οὓς δὲ κολάζοντες ὡς οὐκ ἄλλος τῶν κολαζόντων. καὶ τί δεῖ καταλέγειν; τὰ πάντα συγκέχυται καὶ ἠφάνισται, τῇ τῶν προϋπαρξάντων κακῶν συμπλοκῇ συναπαρτηθέντα εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν τὰ νῦν ἀσεβούμενα. Τίνος εἵνεκα ἐξεῖπον ταῦτα; τὸ μὲν ὡς ἂν ῥᾳστώνην τινὰ λάβοιμι διὰ τῆς ἀναφορᾶς τῶν τὴν ταπεινήν μου ψυχὴν λυπούντων, τὸ δὲ ὅπως προσεδρευτικώτερον ποιήσαιμι τῇ νύξει τοῦ λόγου τὴν ἁγιωσύνην σου ἐντυγχάνειν εἰς λύσιν τῶν κατεχόντων τῷ ἀγαθῷ ἡμῶν θεῷ· εὐιλατεῖται γὰρ δικαίου σου ὄντος, οἶδ' ὅτι, ὁ φιλάνθρωπος. 363 {1Κωνσταντίνῳ ἡγουμένῳ}1 Προστίθημι τῇ προτεραίᾳ ἐπιστολῇ καὶ τήνδε, προσαγορεύων τὴν πατρικήν σου ἁγιωσύνην, ἣν ἐγὼ ἔχω διὰ πάσης ἀγαπητικῆς διαθέσεως οὐ μόνον διὰ τὴν ἀρχῆθεν κραθεῖσαν ἡμῖν ἐν Χριστῷ σχέσιν, ἀλλὰ γὰρ καὶ διὰ τὴν ταὐτοπάθειαν τῶν ὑπὲρ Χριστοῦ μαρτυρίων. πρότερον οὗν ἐν ἄστει σε εἶναι ἔμαθον, διαγωνιζόμενον τὴν ὁμολογίαν κάλλιστά τε καὶ θερμότατα, εἶτα ἐξωρίσθαι ἐν τῇ Θρᾳκῴων χώρᾳ, ἄρτι πάλιν ἦρθαι καὶ μεθορισθῆναι ἐν τῇ Βυζαντίδι. διαυλεῖς, ὦ μάκαρ, τὸν τῆς εὐσεβείας δρόμον. Ἀλλὰ χαῖρε, ὅτι σοι στέφανοι θεόπλοκοι καὶ ἔπαθλα ἄφθαρτα αἰωνίως ταμιευόμενα. φθέγξαι καὶ αὐτὸς ἡμῖν τοῖς ταπεινοῖς ῥήματα ζωῆς (τοιαῦτα γὰρ τὰ παρὰ σοῦ, εἰ καὶ βραχυλογούμενα), εἰ δὲ μή, ἀλλὰ γε τὸ ὑπερεύχεσθαι τῆς ἀθλιότητός μου μὴ διαλείποις εἰς τὸ σῴζεσθαι. 364 {1Μιχαὴλ Συννάδων}1 Πάλαι ἔμαθον ὅτι σέ, τὸν στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μεθῆκαν τοῦ προτέρου περιορισμοῦ οἱ καταλύται τῆς εὐσεβείας, ἐν ἄστει κατέχοντες· καὶ ἐβουλόμην ἐπιστεῖλαι τῇ μακαριότητί σου, ἐπέσχον δὲ ἐμαυτὸν ἐκ τοῦ ἅπαξ καὶ δὶς φθέγξασθαι καὶ μὴ ἀξιωθῆναι ἀντακοῦσαι. ἀλλ' ἐπεὶ ἔκρινα εἰς ἑαυτὸν μέγα εἶναί