1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

216

αὐτοῦ. ὁ δὲ βασιλεὺς τοὺς μὲν νεωτερίσαντας 451 δείρας τε καὶ κουρεύσας ἐξώρισεν εἰς Χερσῶνα καὶ τὰ κλίματα ὑπὸ παραφυλακὴν καὶ ἀσφάλειαν. βʹ. βʹ. ηʹ. ιβʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθε Θουμάμας ὁ τοῦ Βάκα εἰς Ῥωμανίαν καὶ λαβὼν αἰχμαλωσίαν ὑπέστρεψεν. καὶ προσέφυγε Τελέριγος, ὁ τῶν Βουλγάρων κύριος, εἰς τὸν βασιλέα· καὶ ἐποίησεν αὐτὸν πατρίκιον ζεύξας αὐτῷ καὶ τὴν τῆς γυναικὸς αὐτοῦ Εἰρήνης ἐξαδέλφην. δεξάμενος δὲ αὐτὸν βαπτισθέντα ἐκ τῆς ἁγίας κολυμβήθρας μεγάλως αὐτὸν ἐτίμησε καὶ ἠγάπησεν. γʹ. γʹ. θʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐκάθισε Θουμάμας εἰς τὸ ∆άβεκον καὶ ἐστασίασεν. Λέων δὲ ὁ βασιλεὺς ἀπέλυσε τὰ στρατεύματα τῶν Ῥωμαίων, καὶ εἰσῆλθον ἐν Συρίᾳ χιλιάδες ρʹ, ὧν ἡγοῦντο Μιχαὴλ ὁ Λαχανοδράκων τῶν Θρᾳκησίων, καὶ Ἀρτάυασδος ὁ Ἀρμένιος τῶν ἀνατολικῶν, καὶ Τατζάτης τῶν Βουκελλαρίων καὶ Καριστερότζης τῶν Ἀρμενιάκων, καὶ Γρηγόριος ὁ τοῦ Μουσουλακίου τῶν Ὀψικιάνων, καὶ ἐκύκλωσαν τὴν Γερμανίκειαν. καὶ ἦν ἐκεῖ Ἰσβααλί, ὁ θεῖος τοῦ Μαδί, καὶ ἔλαβον πάσας τὰς καμήλους αὐτοῦ, καὶ ἤμελλον παραλαμβάνειν καὶ τὴν Γερμανίκειαν, εἰ μὴ διὰ δώρων ἔπεισε τὸν Λαχανοδράκοντα ὁ Ἰσβααλί, καὶ ἀνεχώρησε τοῦ κάστρου καὶ ἐξῆλθεν εἰς πραῖδαν τῆς χώρας, καὶ αἰχμαλωτεύσας τοὺς αἱρετικοὺς Ἰακωβίτας Σύρους πάλιν ὑπέστρεψεν ἐν τῷ κάστρῳ. καὶ πέμψας Θουμάμας στρατὸν ἐκ τοῦ ∆αβέκου καὶ ἀμηράδας, ἐπολέμησαν μετὰ τῶν Ῥωμαίων, καὶ ἔπεσον πέντε ἀμηράδες καὶ δύο χιλιάδες Ἄραβες, ὥς φασιν· καὶ τῇ παρασκευῇ ὑπέστρεψαν. ἦσαν γὰρ εἰσελθόντες τῇ κυριακῇ. ὁ δὲ βασιλεὺς ποιήσας Μαϊουμᾶν ἐν Σοφιαναῖς ἐκάθισεν ἐπὶ σένζου μετὰ τοῦ υἱοῦ αὐτοῦ, καὶ οὕτως ἐθριάμβευσαν οἱ στρατηγοὶ τὰ ἐπινίκια. 452 ἐπέρασε δὲ καὶ τοὺς αἱρετικοὺς Σύρους ἐν τῇ Θρᾴκῃ καὶ κατῴκισεν αὐτοὺς ἐκεῖ. δʹ. δʹ. ιʹ. ιδʹ. Τούτῳ τῷ ἔτει θυμωθεὶς ὁ τῶν Ἀράβων ἀρχηγὸς Μαδὶ πέμπει τὸν Ἄσαν μετὰ δυνάμεως πολλῆς Μαυροφόρων τε καὶ τῶν τῆς Συρίας καὶ Μεσοποταμίας, καὶ κατῆλθεν ἕως τοῦ ∆ορυλαίου. ὁ δὲ βασιλεὺς διετάξατο τοῖς στρατηγοῖς μὴ πολεμῆσαι αὐτοὺς δημόσιον πόλεμον, ἀλλ' ἀσφαλίσασθαι τὰ κάστρα καὶ λαὸν εἰσενεγκεῖν πρὸς παραφυλακὴν αὐτῶν, ἀπολύσας καὶ ἄρχοντας μεγάλους κατὰ κάστρον, αὐτοὺς δὲ ἐπᾶραι ἐπιλέκτους στρατιώτας ἀνὰ τριῶν χιλιάδων καὶ παρακολουθεῖν αὐτοῖς πρὸς τὸ μὴ σκορπίσαι κοῦρσα καὶ προκαίειν πυρὶ τάς τε νομὰς τῶν ἀλόγων, καὶ εἴ που εὑρίσκοιτο δαπάνη. καθεσθέντων δὲ αὐτῶν ἐν τῷ ∆ορυλαίῳ ἡμέρας ιεʹ καὶ λειφθέντων αὐτῶν τὰ πρὸς τὴν χρείαν, ἐπτώχευσαν τὰ ἄλογα αὐτῶν· καὶ πολλὴ ἅλωσις ἐγένετο εἰς αὐτά. καὶ ὑποστρέφοντες παρεκάθισαν τὸ Ἀμῶριν ἡμέραν μίαν, καὶ ἰδόντες αὐτὸ ὠχυρωμένον καὶ πολλὴν ἐξόπλισιν ἔχον ὑπέστρεψαν μηδὲν ἀνύσαντες. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη εʹ. εʹ. εʹ. ιαʹ. αʹ. Τούτῳ τῷ ἔτει ἔρχεται Μαδί, ὁ τῶν Ἀράβων ἀρχηγός, εἰς τὸ ∆άβεκον μετὰ πολλῆς δυνάμεως καὶ ἐξοπλίσεως καὶ ἀποστέλλει τὸν υἱὸν αὐτοῦ Ἀαρὼν ἐπὶ τὴν Ῥωμανίαν, καὶ αὐτὸς ὑποστρέφει ἐπὶ τὴν ἁγίαν πόλιν. καὶ πέμπει Μουχεσίαν, Ζηλωτὴν λεγόμενον, καὶ δίδει αὐτῷ ἐξουσίαν ἀποστατεῖν τοὺς δούλους τῶν Χριστιανῶν καὶ ἐρημοῦν τὰς ἁγίας ἐκκλησίας· καὶ ἔρχεται ἕως Ἐμέσης καὶ ἐπαγγέλλεται μὴ ἀναγκάζειν εἰ μὴ τοὺς ἀπὸ ἀπίστων εἰς τὸ μαγαρίσαι, ἕως ἂν ἐφανερώθησαν οἱ Ἑβραῖοι καὶ Χριστιανοί. καὶ εὐθέως ἤρξατο ἀθέως βασανίζειν, ὡς οὐδὲ Λυσίας καὶ Ἀγρικόλαός ποτε, καὶ πολλοὺς ἀπώλεσεν. γυναῖκες δὲ ἐνίκησαν αὐτοῦ τὴν μανίαν χάριτι Χριστοῦ τοῦ θεοῦ ἡμῶν, καὶ αὐταὶ νουβίτισσαι, ἡ τοῦ ἀρχιδιάκονος Ἐμέσης, καὶ ἡ τοῦ υἱοῦ τοῦ Ἡσαΐου, πολλὰ βασανισθεῖσαι καὶ μὴ ὑπείξασαι τῇ ἀσεβείᾳ. ἀπὸ γὰρ χιλιάδος βουνεύρων λαβοῦσαι καὶ ἄλλων 453 πολλῶν κολαστηρίων πειραθεῖσαι τὸν στέφανον τῆς νίκης παρὰ Χριστοῦ ἐκομίσαντο. ἔφθασε δὲ καὶ ἕως ∆αμασκοῦ καὶ πολλὰς ἐκκλησίας ἠρήμωσε μὴ προσχὼν τῷ δοθέντι λόγῳ τοῖς Χριστιανοῖς ὑπὸ τῶν Ἀράβων. τῇ δὲ ʹ τοῦ Φεβρουαρίου μηνὸς τῆς γʹ ἰνδικτιῶνος ἡμέρᾳ κυριακῇ τῆς Τυροφάγου τέθνηκε