217
λογιζομένων, μάλιστα προσήκειν ἐν τοῖς τοιούτοις καιροῖς, οὐ τρυφῆς ἕνεκα καὶ ἡδονῆς, ἀλλὰ τοῦ μηδεμίαν πρόφασιν στάσεως καὶ ταραχῆς ἐγγενέσθαι τοῖς πολλοῖς, πάντων ἤδη πεπεισμένων ἀκριβῶς, ὡς ὑπὸ βασιλέα τελοῦσι καὶ δίκας δώσουσι τῆς παρανοίας, ἂν ἐπιχειρῶσι στασιάζειν. παρῄνει τε αὐτῇ, τοὺς μὲν ἐκείνων λόγους χαίρειν ἐᾷν, αὐτοὺς δὲ χωρεῖν ἐπὶ τὸ ἔργον, ὡς ἅμα λυσιτελὲς καὶ δίκαιον ὄν. ἡ δὲ μὴ πολυπραγμονεῖν ἐδεῖτο, ἀλλὰ νῦν μὲν ἐᾷν διὰ τὰς δόξας τῶν πολλῶν, ὀλίγῳ δὲ ὕστερον ποιεῖν, ἡνίκα ἂν ἐξῇ καὶ τὰς λοιδορίας διαφεύγειν. ὁ μέγας δὲ δομέστικος πρὸς μὲν τῆς βασιλίδος τὴν ἔνστασιν οὐδὲν ἀντεῖπεν· ἤχθετο δὲ, ὅτι οὐκ αὐτῷ τὰ βελτίω, ἀλλ' ἑτέροις ἀλυσιτελῆ βουλευομένοις πείθοιτο. ἐκεῖνο μὲν οὕτως ἐκωλύθη. μικρῷ δὲ ὕστερον ἠγγέλλετο, ὡς Σαρχάνης ὁ Λυδίας σατράπης καὶ Γιαξὴς πρὸς Θρᾴκην περαιοῦσθαι παρασκευάζονται, ναυσὶ ληϊσόμενοι Ῥωμαίους. ὁ μέγας δὲ δομέστικος οὐκ ἠμέλει, ἀλλ' αὐτίκα τριήρεις, ὅσας ἐξαρκέσειν ᾤετο, πρὸς πόλεμον τοῖς βαρβάροις ἐκέλευε πληροῦν. τὴν δὲ δαπάνην τῶν τριήρεων, τὴν μὲν ἐκ τῶν δημοσίων τοῖς ταμίαις ἐκέλευε παρέχειν, τὴν δ' ἐκ τῶν ἰδίων παρείχετο αὐτός. ἐπεὶ δὲ ἐπεπλήρωντο, ταῖς μὲν ἐπέστησε 2.66 στρατηγὸν τὸν παρακοιμώμενον Ἀπόκαυκον, καὶ ὅσα ἔδει ἐντειλάμενος καὶ τοῦ λοιποῦ κελεύσας αὐτῷ μέλειν τὸν ἀπόπλουν, αὐτὸς Ὀρχάνῃ, τῷ τῆς κατὰ Βιθυνίαν ἑῴας σατράπῃ, διεπρεσβεύετο περὶ εἰρήνης. οὐδὲ γὰρ ἐδόκει δεῖν αὐτῷ πρὸς ἑσπέραν μέλλοντι στρατεύειν, πόλεμόν τινα Ῥωμαίοις ὀπίσω καταλιπεῖν. ἐπεὶ δὲ καὶ ἡ πρὸς ἐκεῖνον εἰρήνη τέλος εἶχεν, αὐτὸς μὲν πρὸς τὴν ἔξοδον παρεσκευάζετο. ἤδη γὰρ καὶ ἡ στρατιὰ κατὰ ∆ιδυμότειχον καὶ τὴν Ἀδριανοῦ πόλιν, αὐτοῦ κελεύοντος, συνελέγοντο. ἐν ᾗ δὲ ἔμελλεν ἡμέρᾳ Βυζαντίου ἐξιέναι, τὸν πατριάρχην μόνος μόνον παραλαβὼν καὶ πρὸς τὸν ἐν βασιλείοις τοῦ μυροβλύτου ∆ημητρίου τοῦ μάρτυρος γενόμενος ναὸν, «τοὺς μὲν ἐμοῦ τε μεταξὺ καὶ βασιλίδος» ἔφη «γεγενημένους λόγους οὐκ ἀγνοεῖς. οὐ γὰρ μόνον παρῆς τοῖς παρ' ἀμφοτέρων λεγομένοις, ἀλλὰ καὶ τῶν πρότερον ἰδίᾳ ἡμῶν ἑκάστῳ εἰρημένων αὐτὸς ἦσθα μηνυτής. οὐδὲν δὲ παράλογον ἢ θαυμαστὸν, εἰ τότε μὲν περὶ ἐμοῦ τοιαῦτα ἐπῄει τῇ βασιλίδι λέγειν, ἴσως οἰομένῃ μεγάλα τινὰ καταπράξεσθαι ἐμὲ, νυνὶ δὲ ἐπὶ τῶν ἔργων, μὴ κατ' ἐλπίδας αὐτῇ τῶν πραγμάτων ἐκβαινόντων, μεταμέλειά τις εἰσῆλθε τῶν γεγενημένων. εἰ μὲν οὖν, ὅπερ ἔφην, πρός τι τῶν γινομένων ἀηδῶς διατεθεῖσα, τὰ δεδογμένα μηκέτι στέργειν ἐθέλει, διαῤῥήδην λέγειν ἀξιῶ καὶ μὴ συγκαλύπτειν ὑπ' αἰδοῦς. ἐγὼ γὰρ ὥσπερ καὶ πρότερον ἑτοιμότατα ἔχω παραιτεῖσθαι τὴν ἀρχήν. εἰ δ' ἐκείνη διὰ τέλους ἔγνωκε στέργειν τὰ ἐψηφισμένα καὶ τοὺς 2.67 ὅρκους, οὓς ὀμώμοκε, τηρεῖν, οὐδ' αὐτὸς ἀμελήσω τοῦ μὴ πάντα πράττειν, ὅσα ἂν αὐτῇ τε καὶ παισὶ καὶ κοινῇ λυσιτελῇ Ῥωμαίοις.» τοῦ πατριάρχου δὲ πρὸς τὴν ἀκαιρίαν τῶν λόγων μεμψαμένου καὶ μὴ τοιαῦτα προσήκειν αὐτὸν μήτε διανοεῖσθαι φαμένου, μήτε λέγειν· βασιλίδα γὰρ μηδὲν περὶ αὐτοῦ λογίζεσθαι τοιοῦτον, ἀλλὰ βασιλέα οἴεσθαι ἐν ζῶσιν εἶναι καὶ τὴν Ῥωμαίων ἡγεμονίαν ὥσπερ ὑπ' ἐκείνου διοικεῖσθαι, τῶν σῶν μεμνημένην λόγων, ὧν διεξῄεις πρὸς αὐτὴν, ἡνίκα ἐποιεῖσθε τὰς συμβάσεις·» «οὐκοῦν» ὁ μέγας δομέστικος ἔφη «περὶ μὲν ἐκείνης οὕτω δεῖ πεπεῖσθαι, ὥσπερ αὐτὸς διϊσχυρίζῃ. περὶ δὲ σοῦ τί ποτε ἔξεστι νομίζειν; ἆρ' ἐμμενεῖς ταῖς ὁμολογίαις, μᾶλλον δὲ τοῖς ὅρκοις, οὓς ἐποιήσω πρὸς ἐμέ;» ὁ δ' αὐτίκα πάλιν ἀναστὰς, «εὐλογητὸς» εἶπεν «ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι καὶ πρότερον καὶ νῦν οἷσπερ εἶπον ἐμμενῶ καὶ οὐδενὸς ἀμελήσω τῶν σῶν δικαίων· ἀλλ' ἀνθέξομαι παντὶ σθένει, οὐ μόνον ὡς εὐεργέτην ἀμειβόμενος ἔργοις ἀγαθοῖς, ἀλλὰ καὶ ὡς υἱοῦ κηδόμενος πνευματικοῦ.» ἐπὶ τούτοις δὲ αὐτῷ πολλὰς ὁ μέγας δομέστικος χάριτας ὁμολογήσας καὶ συνταξάμενος, καταλιπὼν τὸν πατριάρχην, ἧκεν ὡς βασιλίδα. ἡ δ' εὐθὺς ὡς εἶδε, χάριτας ἔφασκεν ὁμολογεῖν αὐτῷ πολλὰς, ὅτι ἃ πρότερον ἐπηγγέλλετο λόγοις, νῦν ἀποδείκνυσιν ἐπὶ τῶν ἔργων ἀληθῆ, μήτε σώματος φειδόμενος, ἀλλ' ὑπὲρ τῶν κοινῇ