217
μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον, γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο, τὸ δὲ τεῖχος ἀκέραιον ην. ̓Ιουδαῖοι δὲ τοὺς ̔Ρωμαίους ἐσκεδασμένους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες, πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμπρᾶν, τῶν δὲ κωλύειν βιαζομένων· ̓Ιουδαῖοι δὲ ὑπερεῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων ηπτετο, καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν αν. νῦν δὲ τῶν προμάχων τῶν ̓Ιουδαίων πεσόντων ὡς δώδεκα, οἱ λοιποὶ ἐνέκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν ̓Ιουδαίων εις πρὸ τοῦ τείχους ἀνεσταυρώθη, εἰ πρὸς τὴν οψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν. πύργους δὲ πεντήκοντα πήχεων εκαστον ἐκ ξύλων τοῦ Τίτου κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτοὺς ἐπιστήσαντος οὐκέτι ἐκώλυον ̓Ιουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. ηδη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ Ἰουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν ̔Ρωμαίων ουτως ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ 2.56 τῶν ̔Ρωμαίων ἐπιβάντων αὐτοῦ, πάντες εἰς τὸ δεύτερον ἀναφεύγουσι τεῖχος. Καὶ ουτως οἱ ̔Ρωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις· σαλευομένου δὲ τοῦ πύργου καθ' ου τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν αλλοι πεφεύγασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ' ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ελεγε, καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἱ δ' οὐκ αν ποτε δουλεύσειν ̔Ρωμαίοις ἐβόων. τριβομένης δ' ἐν τούτοις τῆς ωρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος ̔Ρωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ορμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν παρέλκων, παρώξυνε τοὺς ̔Ρωμαίους τὰς ἐμβολὰς τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ' ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρᾶν τοῖς στρατιώταις ἐκέλευσεν, ἀλλ' οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἱ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν ̔Ρωμαίοις, καὶ οἱ μὲν κατὰ τοὺς στενωπούς, οἱ δ' ἐκ τῶν οἰκιῶν, οἱ δ' ἐκ τοῦ τείχους αὐτοὺς εβαλλον. καὶ οἱ τούτου φρουροὶ ̔Ρωμαῖοι καθαλλόμενοι τῶν πύργων 2.57 ἀνεχώρουν εἰς τὸ στρατόπεδον. ̓Ιουδαῖοι δὲ κατ' ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. ̔Ρωμαῖοι μὲν ουν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αυθις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. ηδη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον ην, μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν αλλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. ̔Ρωμαῖοι δὲ αυθις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἱ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον, τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν εἰς τὸ ἐνδότερον μετεχώρησαν. Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον· τῷ λοιπῷ δ' ἐγκαταστήσας φρουράν, τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν ηρχετο χώματα. τῶν δ' ἐντὸς οἱ μὲν στασιασταὶ ησαν ατεγκτοι καὶ ἀνένδοτοι, ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. ους δὲ τοῦτο βουλομένους οἱ στασιάζοντες ευρισκον, η καὶ μόνην εσχον ὑπονοίας σκιάν, εὐθέως ἀπέσφαττον· τοῖς δ' εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δὲ ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ' ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηυξανε. δι'