217
̓Εχόντων ἀντὶ τοῦ ἐχέτωσαν. Εχουν. ἀντὶ τοῦ ἐχώννυον. κᾀκ τούτου οἱ μὲν εχουν, οἱ δὲ τοῖς συμβάλλουσιν ἀντεμάχοντο. ̓Εχολώθησαν. ὠργίσθησαν. ̓Εχθοδοπῆσαι. ἐχθροποιῆσαι. καὶ κατὰ πλεοepsilon.942 νασμὸν τοῦ δ, καὶ κατὰ ἀποβολὴν τοῦ ρ, ἐχθοδοπῆσαι. ̓Εχρυσοῦ. ἀπὸ τρίτου προσώπου τῶν ἑνικῶν, οιον ἐχρυσοῦτο, γίνεται ὑποστολῇ τοῦ τ ἐχρυσοῦο καὶ κατὰ κρᾶσιν ἐχρυσοῦ. Εχραον. μετὰ βλάβης ἐπῆλθον. ̓Εχρηματίσθη. χρηματισμὸν ἐδέξατο. καὶ ἐχρήσθη ὁμοίως. ̓Εχρῆν. ηρμοζεν, επρεπεν. Εχριμπτ' ἀεί. ἐπλησίαζεν. Εχριμψαν. ὁμοίως. ̓Εχρίπτοντο. ἐπλησίαζον, προσετρίβοντο. Εχρησε. χρησμὸν εδωκε. καὶ ἀντὶ τοῦ ἐδάνεισεν. Εχρειεν. ἐμαντεύετο. ̓Εχύμισαν. ἀντὶ τοῦ εγχυμον ἐποίησαν. οιπερ ἁρμονίαν ἐχύμισαν. ̓Εχύρωσεν. ἰσχυρὰν ἐποίησεν. ̓Εχώσατο. ὠργίσθη. Εχει. ἐπιμελεῖται. καί μοι κῆπον εχει πολυδένδρεον. ( ̓Επίῤῥημα.) ̓Εχθρωδῶσ. ἀπεχθῶς. μισητῶς. κακῶς. ̓Εχυρῶσ. ἀσφαλῶς. ἰσχυρῶς. ̓Εχθὲς καὶ χθέσ. οἱ ̓Αττικοὶ χθὲς, οἱ δὲ κοινοὶ ἐχθές. πρῶτον δὲ τὸ ἐχθὲς τοῦ χθές· καὶ δῆλον, πρῶτον μὲν ἀπὸ τῆς ἐτυμολογίας, οτι epsilon.943 ἐχθὲς ειρηται παρὰ τὸ ἐκτὸς γεγενῆσθαι τῆς σήμερον· δεύτερον δὲ, οτι πᾶν μονοσύλλαβον ἐπίῤῥημα η φύσει η θέσει γίνεται κατ' ἰδίαν μακρόν. οιον· ναί· νή· πλήν· γνύξ· μάψ. οὐ μάχεται δὲ τὸ δὶς καὶ τρίς· ἀπὸ γὰρ διάκις καὶ τριάκις συγκέκοπται. χωρὶς τοῦ πρίν. πῶς ουν τὸ χθὲς βραχύ; ἐὰν ειπωμεν χθὲς, ἠλόγηται· ἐὰν δὲ ἐχθὲς, μιμεῖται τὸ αἰές. τρίτον δὲ, οτι τὸ ˉε φωνῆεν πέφυκε πλεονάζειν, οιον· ειπον, εειπον· εικοσιν, ἐείκοσιν. ἀφεῖσθαι δὲ, οτι μετὰ συμφώνου ὑπάρχει. εβη, βῆ· εστη, στῆ· ἐμοῦ, μοῦ. ουτως ουν καὶ ἐχθὲς, χθές· ἀφαίρεσις καὶ οὐ πλεονασμός· ἐπειδὴ σύμφωνον εχει ἐπιφερόμενον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω, θέλω. πρῶτον τὸ ἐθέλω καὶ δεύτερον τὸ θέλω. Τὸ Ε μετὰ τοῦ Ψ. ( ̓Αρσενικόν.) ̔Εψητόσ. ὁ ἑψημένος. † ̔Εψητοί. τὰ λιτὰ ἰχθύδια.† (Θηλυκόν.) ̔Εψία. ἡ ὁμιλία. †ἡ παιδιά.† epsilon.944 (Οὐδέτερον.) Εψανον. ἁπαλόν· καὶ ἀτέραμνον. τὸ δυσέψανον. ουτως Πλάτων. ̔Εψητήριον. ἡ λοπὰς, ο ἐστι χύτρα. Εψια. τὰ ἀπὸ λόγων παίγνια. καὶ φιλέψιος ὁ φιλοπαίγμων. φιλολόγος ἐστὶν ὁ φιλέψιος. ̓Εψιάτιμον. γνωστικὸν παίγνιον. Εψιμον. τὸ παίγνιον. ( ̔Ρῆμα.) Εψηχον. κατέμασον, ετριβον, εξεον, ὡμάλιζον. οἱ μὲν τοὺς ιππους εψηχον. ̓Εψίω. τὸ λέγω. ἀπὸ τοῦ επω, εψω καὶ ἐψίω, ἀφ' ου· πανημέριον ἑψιόωντο. ̓Εψιᾶται. ἀντὶ τοῦ παίζει. ̓Εψιάσθων. παιζέτωσαν. ̓Εψιατέον. ἀντὶ τοῦ παικτέον. ̓Εψιλωμένοι. γεγυμνωμένοι. Εψισαν. ἐψώμισαν. Εψων καὶ ἀπέψων. τὸ εψιον διὰ τοῦ ο μικροῦ, τὸ δὲ ἀπεσπόγγιζον διὰ τοῦ ω μεγάλου. ̓Εψύχθη. ἀπεπαύθη· ἠρέμησεν. -αγρια δ' αὐτοῦ ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης. epsilon.945 ̓Εψυχαγώγησε. παρεμυθήσατο. η ψυχὰς διὰ μαγγανείας ἀνήγαγεν. Εψυρεν. ἀπεδίωξεν. ̓Εψῶν. κνηθόμενος. ̓Εψώμισεν. εθρεψεν. Τὸ Ε μετὰ τοῦ Ω μεγάλου. ( ̓Αρσενικόν.) ̔Εωθινόσ. ὀρθρινός. ̔Εῷοσ. ἀνατολικὸς η ὀρθρινός. ̔Εωσφόροσ. ὁ ηλιος, ἀνατολικὸς ἀστὴρ πρωϊνὸς, ὁ αὐτὸς καὶ φωσφόρος καλούμενος. ὁ Ομηρος τοῦτον λέγει φέρειν τὴν ἡμέραν, οὐχὶ τὸν ηλιον. ̔Εωϋτόσ. ἑαυτός. (Θηλυκόν.) ̓Εώασ. ἀνατολῆς. Ἑωλοκρασία. τὸ χθιζὸν βρῶμα, η ἡ ματαία πόσις. ∆ημοσθένης· αιτιος δ' ουτος ἑωλοκρασίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατασκεδάσας. εθος ην τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τοὺς ζωμοὺς τῶν ἑώλων δείπνων, πρὸς τοιαύτην παιδίαν τετραμμένοις· ἡνίκα γὰρ συνέπινον ἀλλήλοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οινου ἐτίθεepsilon.946 το, καὶ ειτις ἐκαθεύδησε μὴ πιὼν τὸν κρατῆρα, πρωῒ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἐξεχέετο. ̓Εωρκοπίαισ. ὑψηλοφροσύναις. Εωσ. ἡ πρώτη τοῦ ἡλίου ἀνατολή. η ἡ πρὸ τῆς ἡλίου ἀνατολῆς ωρα. (Οὐδέτερον.) Εωλον. μάταιον· η χθεσινόν· η τὸ ψυχρὸν καὶ ἀνωφελές· η τὸ ἀνίσχυρον. τὸ εἰς τὴν εω λειπόμενον. ̔Εῷον. ἀνατολικὸν, ὀρθρινόν. σὺν τῷ ˉι. κτητικὸν ἀπὸ τῆς εως. τὸ δὲ ἑωσφόρος οὐκ εχει. ( ̔Ρῆμα.) Εῳγεν. ἐκ τοῦ οιγω. ὁ παρατατικὸς εοιγον, ῳγε καὶ πλεονασμῷ τοῦ ε εῳγε. χηλοῦ ἀπὸ τοῦ πῶμ' ἀνέῳγε. ̓Εῴη. συγχωροίη. ̓Εῴκει. ὡμοίαζεν. ἐῴκειν εχει τὸ ι. εικω τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος εικα καὶ κατὰ