15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τῷ κλύδωνι βαπτι ζόμενοι, εἰ μὴ καὶ μᾶλλον, ἤν πού τις ἐν ἡμῖν λογισμός, Πέτρος μὲν ὀνο μαζόμενος διὰ τὴν στερρότητα, μὴ πάντῃ δὲ τῆς ὕλης ἔξω γενόμενος ναυαγῇ, ἐπανάγωμεν τε τῆς τρικυμίας καὶ πρὸς τὴν ἄνω μετάγωμεν γῆν, ἠρέμα δὴ ἐπιπλήττοντες· «εἰς τί ἐδίστασας, ὀλιγόπιστε;» ἀνοίξωμεν καὶ κόρας τυφλῶν, ἀφωτίστῳ νοῒ τὴν θείαν ἀκτῖνα παραδεικνύντες. ἐμφρά ξωμεν καὶ τὴν «αἱμορροοῦσαν» πηγὴν «τῷ κρασπέδῳ τοῦ ἱματίου», τουτ έστι τοῖς ἄκροις περιβολαίοις τῶν ἀρετῶν τὴν πηγὴν τῶν πονηρῶν ἀπο ξηράναντες πράξεων.
Καὶ ἵνα τἆλλα παρῶ, ἀναστήσομεν καὶ τὸν φίλτατον Λάζαρον, ὅστις ἐστὶ τὸ ἡμέτερον σῶμα τοῖς τέτρασι στοιχείοις ἀπονεκρωθὲν καὶ τῆς λογικῆς χωρὶς διακρίσεως μένον ἀκίνητον. καὶ συλλιπαρούσας τὰς ἀδελφὰς μὴ ἀποπεμψώμεθα· ἐλπὶς αὗται καὶ ἀγάπη τυγχάνουσι. καὶ οἶδα ὅτι «ἐφ' ἑαυτοὺς κινήσομεν τὸν ἀνάγυρον»· ἐπιμανεῖται γὰρ ἡμῖν ὁ δημώδης ὄχλος, καὶ οἱ Ἰουδαῖοι τὸν φθόνον μὴ στέξαντες τῷ σταυρῷ προσηλώσουσιν. ἀλλ' ὁ ἀγαπῶν, φησί, θεὸν ἢ βασιλέα θανάτῳ τελευτάτω· ἐπεὶ καὶ ἡμεῖς ὡμολογήσαμεν τὸν θεὸν ἀγαπᾶν, τῇ περὶ τὸν θάνατον προθυμίᾳ τὴν ἀγάπην ἐπιδειξώμεθα. ἀλλ' ἐμπανηγυρίσωμεν ἐφ' οἷς πεποιήκαμεν, καὶ ὅτι τὸ σῶμα συνανεστήσαμεν τῇ ψυχῇ, τρόπαιον στήσωμεν καὶ κατάξωμεν θρίαμβον· ὁ δὲ θρίαμβος, ἐπ' ὄνου καθιζησό μεθα, παῖδες ἡμᾶς ὑποδέξονται, «βαΐοις φοινίκων» κοσμοῦντες τὴν προ πομπήν. οὐ γὰρ ὅτι τὸ σῶμα, οἷα δὴ τὸν Λάζαρον, ἐκ μνημάτων ἠγείρα μεν, δεῖ κατ' ἴσον ποιεῖν τῇ ψυχῇ, ἀλλ' ὥσπερ ἐπ' ὄνου προκαθῆσθαι αὐ τοῦ καὶ οἷόν τινι χαλινῷ ἀνακρούειν τῷ λογισμῷ· ἐφ' οἷς οἱ καθαροὶ καὶ ἄκακοι λογισμοί, καθαπερεὶ παῖδες τοῦ θριάμβου προάγοντες, ἐπευφημή σουσί τε καὶ φοίνιξι καταστέψουσι, τουτέστι ταῖς ὑψοῦ τὴν κόμην ἐχού σαις ἀρεταῖς. Τί οὖν; πάντων ἡγεμονεύσωμεν, ὥστε μηδένα καθ' ἡμῶν μανῆναι δύνασθαι; οὐδαμῶς. μαίνεται γὰρ ἐν ἡμῖν ἄτεγκτός τις λογισμός, ὃς δὴ καὶ προδοῦναι τοῖς ἐναντίοις πειρᾶται· ἀλλ' ἡμεῖς γε μὴ προηγουμένως ἐνδώσομεν αὐτῷ τὴν ἀπόγνωσιν, ἀλλὰ καὶ τούτου τοὺς πόδας μετὰ τῶν λοιπῶν καταψήσωμεν, καὶ τοῦ μυστικοῦ δείπνου συγκοινωνήσωμεν. κἂν μὲν ἀναβλέψῃ πρὸς τὰς τῆς ἀληθείας αὐγάς, εἰσδεξώμεθα· εἰ δὲ μή, ἐάσωμεν δρᾶν ὅτι καὶ βούλοιτο, ὃς δὴ καὶ τοῖς ἐπιβουλεύουσι προσκεχώ ρηκε καὶ τὸν καθ' ἡμῶν μνηστεύεται θάνατον. ὁ δὲ λόγος πρὸς τὴν διὰ μαρτυρίου σφαγὴν ἡμᾶς παρορμᾷ· τοῦτο γὰρ τέλος τῆς ἀγάπης θεοῦ, πρὸς ὃ δὴ ὁ μὲν πονηρὸς συνωθεῖ, οἰόμενος ἐντεῦθεν ὑποκλασθῆναι ἡμᾶς. ἡμεῖς δὲ κἀνταῦθα στερροὶ φανείημεν καὶ ἀνένδοτοι, ἵν' ἡμῖν σταυρουμέ νοις πᾶσαι μὲν ὧραι, πᾶσαι δὲ χάριτες πρὸς τὴν ἐξ ἡμῶν πεμπομένην ὑποκλιθῶσιν ἀστραπήν. τῶν δ' ἐν ἡμῖν ψυχικῶν δυνάμεων, λογικῶν καὶ ἀλόγων φημί, οἷα δὴ συσταυρουμένων λῃστῶν, πρὸς μὲν τὴν ἄλογον καὶ γογγύζουσαν καὶ δυσχεραίνουσαν τὸν σταυρὸν τὰ πλείω μηδ' ἀποκρι θείημεν, εὑρήσει γὰρ παρὰ τῆς λογικῆς τὴν ἀπόκρισιν· τῇ δὲ λογικῇ εὐγνωμονούσῃ θαρρούντως ἐπαγγειλώμεθα τὴν ἐν τῷ παραδείσῳ δι αγωγήν. καὶ γὰρ οὕτω πως ἔχει· αἱ μὲν ἄλογοι δυνάμεις ἡμῶν, ζωτικαὶ δὴ καὶ ὀρεκτικαὶ καὶ φυτικαί, τοῖς σώμασιν ἡμῶν ἐν τῷ θανάτῳ συναπολή γουσιν· αἱ δὲ νοεραί τε καὶ λογικαὶ σύνεισί τε τῇ ψυχῇ καὶ ἐν τοῖς ἄνω χοροῖς συναυλίζονται. Τοιοῦτόν ἐστιν, ὦ ἱερώτατοι παῖδες, τὸ «διὰ πασῶν ὁδεῦσαι τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων».
97 Εἰς τὸ τί ἐστιν «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος»;
Ζητεῖτε τί ποτέ ἐστιν «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος» παρὰ τῷ πατρὶ ῥηθὲν περὶ