217
καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, καὶ ἐγένετο γαλήνη με γάλη. "Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος." Ὁ δὲ Ἀκύλας οὕτως· Ὑπερμεγέθης ἐν ὕψει Κύριος. Μάλα δὲ ἀκολούθως τοῦτο τοῖς εἰρημένοις προστέθεικε, τοῦ κατορθοῦντος δεικνὺς τὴν ἰσχύν. Ὑπερμεγέθης γάρ ἐστι, καὶ ὕψιστος, καὶ Κύριος, καὶ δύναμιν ἔχων, οὔτε γλώττῃ μετρητὴν, οὔτε διανοίᾳ καταλη πτήν. [Ὑψηλοὺς δὲ καλεῖ τοὺς μεγάλους πα τριάρχας προφήτας τε καὶ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς κατ' ἐκείνους ἅπαντας.] εʹ. "Τὰ μαρτύριά σου Κύριε, ἐπιστώθησαν σφόδρα." Ταῦτα δὲ ἅπαντα ἄνωθεν προεθέσπισας, καὶ διὰ τῶν ἁγίων σου προφητῶν προεκήρυξας. Τῇ δὲ μαρτυρίᾳ τῶν πραγμάτων δέδεικται ἀληθῆ· καλὴ δὲ καὶ ἡ τοῦ σφόδρα προσθήκη. Ἀντὶ τοῦ, Οὐδὲ τὸ τυχὸν ἐν ταῖς προῤῥήσεσιν ἔνεστι θεω ρῆσαι ψεῦδος, ἀλλ' ἀκριβῶς ἅπαντα τὰ νῦν ὁρώμενα προεῤῥήθη. "Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν." Τὸ δὲ πάντων μέγιστόν τε καὶ κάλλιστον τῶν ἀγαθῶν, ὅτι οὐ πρόσκαιρος ἡ τῶν δεδωρημένων ἀπόλαυσις, οὐδὲ χρόνοις τισὶ περιωρισμένη, κατὰ τὴν Ἰουδαίων λατρείαν· ἀλλὰ 80.1629 διαρκὴς, καὶ μόνιμος, καὶ αἰώνιος· τῷ νέῳ γάρ σου οἴκῳ ταῦτα πρόσφορά τε καὶ πρέποντα. Οἶκον δὲ τοῦ Θεοῦ τὸν τῶν πιστῶν προσηγόρευσε σύλ λογον ὁ θεσπέσιος Παῦλος, ᾧ τὸν ἁγιασμὸν ἐπιπρέ πειν εἴρηκεν ὁ προφήτης. Προσήκει τοίνυν ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, καθαίρειν μὲν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύμα τος, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· ἵνα ἄξιον τὸν οἶκον τοῦ Θεοῦ κατασκευάσαντες, τὸν αἰώνιον ἔνοικον εἰσδεξώμεθα.
ΕΡΜΗΝ. ΤΟΥ Γʹ ΨΑΛΜΟΥ. "Ψαλμὸς τῷ ∆αβίδ· τετράδι Σαββάτου· ἀνεπί γραφος παρ' Ἑβραίοις." ∆ῆλον,
ὡς τὴν ἐπιγραφὴν ἄλλοι τινὲς τεθείκασι, καὶ οὔτε ὁ προφήτης, οὔτε οἱ τοῦτον ἐξ ἀρχῆς ἑρμηνεύσαντες. Τοῦ δὲ ψαλμοῦ ἡ ὑπόθεσις αὕτη. Πολλοὶ τῶν Ἰουδαίων, καὶ ἄρχοντες καὶ βασιλεῖς, τὴν παρανομίαν ἠγάπησαν, καὶ δικά ζοντες ἀδίκως ἐξῆγον τὴν ψῆφον, καὶ μιαιφονίας ἐτόλμων, δώροις ἀπεμπολοῦντες τῶν ἀθώων τὸ αἷμα. Τούτων δὲ καὶ ὁ μακάριος κατηγόρησεν Ἡσαΐας, "Ἀκούσατε, λέγων· ἄρχοντες Σοδόμων." Καὶ πάλιν· "Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες." Οὐ μόνον δὲ κατηγόρησεν, ἀλλὰ καὶ παρῄνεσε· "Κρίνατε ὀρ φανῷ, καὶ δικαιώσατε χήραν." Ταύτην καὶ ὁ μακάριος Ἀββακοὺμ τὴν κατηγορίαν ἐποιήσατο, καὶ τῷ Θεῷ προσφέρων τὴν ἔντευξιν ἔλεγε· "Ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡσεὶ ἑρπετὰ μὴ ἔχοντα ἡγούμενον, καὶ κατα φάγεται ὁ ἀσεβὴς τὸν δίκαιον." Οὕτω καὶ ὁ θαυ μάσιος Ἱερεμίας, καὶ μέντοι καὶ οἱ ἄλλοι προφῆται, τῆς τούτων ἀδικίας διετέλουν κατηγοροῦντες. Ταῦτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ θεῖος ∆αβὶδ, τοῦτον ἔγραψε τὸν ψαλμόν· ἵνα διὰ τῆς μελῳδίας, τῆς ἐν τῷ θείῳ ναῷ γινομένης, τὴν ὠφέλειαν οἱ τηνικαῦτα καρπώσωνται· διδάσκει δὲ τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ τὴν ἐντεῦθεν τιμω ρίαν τῶν πονηρίᾳ συζώντων. Σχηματίζει δὲ τὸν ψαλμὸν ἐκ προσώπου τῶν εὐσεβείᾳ συντεθραμμένων, ταῦτα παρ' ἐκείνων ὑπομενόντων. αʹ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο." Ἀντὶ δὲ τοῦ, ἐπαῤῥησιάσατο, ὁ Ἀκύλας ἐπιφάνηθι εἴρηκεν· οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. Σὲ, φησὶν, ἱκετεύω τὸν τῶν ἁπάντων 80.1632 Θεὸν καὶ ∆εσπότην, καὶ τὴν κτίσιν ἰθύνοντα, καὶ τὴν ἀξίαν τιμωρίαν τοῖς ἀδίκοις ἐπάγοντα, ἐπακοῦ σαι, καὶ τὴν ἔντευξιν δέξασθαι. βʹ. "Ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπό δοσιν τοῖς ὑπερηφάνοις." ∆εῖξον ἅπασι τῆς σῆς δεσποτείας τὸ ὑψηλὸν, καὶ κατάλυσον τὴν τῶν ἀλα ζόνων ὀφρὺν, διδάσκων διὰ τῆς πείρας, ὅτι σὺ εἶ τῆς οἰκουμένης κριτής. γʹ, δʹ. "Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται, καὶ λαλήσου σιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν." Οὐκ ὄλεθρον