217
μοι τῷ σμικρῷ καὶ εὐτελεῖ τὸ καὶ μόνον προσηγορίαν ἀκοῦσαι παρ' αὐτῆς, ἣν νῦν ἐδεξάμην ὑπὸ τοῦ συνάθλου σου πατρός μου ἁγίου τῶν Καθαρᾶ διὰ γράμματος, εὐθύμως ἀφορμηθεὶς ἦλθον ἐπὶ τὸ γράφειν, οὐδεμίαν ὄνησιν φέροντος τοῦ λόγου τῇ θεοτελεῖ σου ἀρετῇ, ἐπεὶ πενιχρὸς καὶ ἀσύφηλος, ἐμοὶ δὲ τῷ ἁμαρτωλῷ παρηγορίαν ἐμποιοῦντος, ὡς παιδί τινι πατρὶ ἀξιαγάστῳ διαλεγομένῳ, ἐναθλοῦντι γενναίως ὑπὲρ Χριστοῦ· συνίημι γὰρ τὸν τόπον, ἐν ᾧ κατέχῃ, κολαστήριον εἶναι, ἐκλελεγμένον οὐ τῇ θέσει τοῦ τόπου, ἀλλὰ τῇ κακώσει τοῦ κρατοῦντος. καὶ συνῆλθεν εἰς ταὐτὸν δόκιμος κολαστὴς πρὸς δοκιμώτερον ἀνταγωνιστήν, καὶ τὸ θέατρον κοινόν, τοῖς μὲν ἀσεβέσι κατ' ἐλπίδα τεύξεσθαι τῶν ἐφετῶν, ἣν ὁ Κύριος ἀπορραπίζει, ἡμῖν δὲ ἐναγώνιον (πῶς γὰρ οὔ;), ὅμως καὶ ἑδράσιμον, ἐν τῇ εὐανδρίᾳ στομουμένοις πρὸς τὴν ἄθλησιν. Αὕτη μου ἡ βραχεῖα προσφώνησις, ἣν συγκαταβατικῶς δεξάμενος ἀνταμείψεταί μοι τὰς ἱερὰς προσευχὰς εἰς ψυχῆς σωτήριον, ἁγιώτατε ὁμοῦ καὶ τριπόθητε. 365 {1Τιθόῃ τέκνῳ}1 Καλῶς καὶ προσηκόντως, ἀδελφέ, τὸ γράμμα σου, οὔτε πολυλογίαν ἔχον οὔτε ἐλλεῖπον τοῦ δέοντος, ὥστε με ἡδέως ἀναγινώσκοντα εὐλογεῖν σε καὶ εὔχεσθαι διαρκῆ εἶναι καὶ λόγῳ καὶ ἔργῳ. ἴσχυε οὖν ἔτι καὶ ἀνδρίζου, ἑαυτὸν ἀεὶ παρασκευάζων εἰς τὸν ὑπὲρ Κυρίου θάνατον, τεχνούμενος ἐν ἀναγνώσει, ἐν τῇ καταλήψει τῶν τῆς ἀληθείας δογμάτων καί γε τῆς προκειμένης εὐσεβείας. χαῖρε καὶ μὴ λυποῦ, ἀλλ' εὐχαρίστει τὸν ἠγαπηκότα σε Χριστὸν ἐν τοιούτῳ μέτρῳ φθάσαι τῆς ὁμολογίας αὐτοῦ, ἐφ' ᾗ ζωὴ αἰώνιος καὶ χαρὰ ἀνεκλάλητος, κἂν μελοκοπώμεθα, οὐχ ὅτι ἐὰν ἐγκεκλείσμεθα καὶ μονούμεθα καὶ ῥιγῶμεν καὶ ὀλιγοψωμιζώμεθα· ὁ γὰρ μὴ οὕτως παρεσκευασμένος ξηραίνεται ὡσεὶ χόρτος ἤγουν ἐκπίπτει, ὡς ἐξέπεσαν οἱ ἐκπεπτωκότες. Σὺ οὖν, ὦ τέκνον μου, στῆθι, κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ, τὴν ὁμολογίαν σου ἐκπλήρωσον, ὀρέγων χεῖρα, καθὰ καὶ γέγραφα πρότερον, τοῖς εἰς τὰ Στουδίου ἀδελφοῖς, εἰ ἔτι σῴζονται ἐν Κυρίῳ, ἐπειδὴ ἐξαιρέτως ἀνήκουσί σοι ὡς σύναθλοι καὶ σύνοδοι. ὁ Κύριος χρυσώσοι σε τῇ καθαρότητι τῆς καρδίας. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἠγαπημένε. 366 {1Σιλουανῷ τέκνῳ}1 Ἤινεσα τὸν θεόν μου, μαθών σου διὰ τοῦ γράμματος, τέκνον, τὴν ὑγιείαν, ἥσθην δὲ καὶ πάνυ ὅτι ἐξέδραμες τῶν ἐν ἄστει, συναφθεὶς τῷ ἀδελφῷ σου Λουκιανῷ· καὶ ζῆτε ἐν τοιούτῳ τόπῳ, οὗ ἀπέδρα κόμπος καὶ τάραχος καὶ ἡ τῆς αἱρέσεως φλόξ, ἐναυλίζεται δὲ ἡσυχία καὶ ἀταραξία, ἀφ' ὧν ἐγγίνεται ἕξις ἀγαθὴ τῇ ψυχῇ, μάλιστα δὲ καὶ σοὶ ἔμμισθον ὁμοῦ καὶ φιλάδελφον ἐν τῇ λύπῃ τοῦδε καὶ ἐμοὶ εὐπαρήγορον, οὐκ ἀπαθῶς φέροντι. εὐλογημένος εἶ, ἀγαπητέ, καλῶς διανοηθείς. εὐοδωθείη ὑμῶν τὸ σύνταγμα ἐν Κυρίῳ, κατευθυνθείη ὑμῶν τὸ ἔργον ὁσίως, εὐκτικῶς ἐχόντων καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἵνα σῳζοίμεθα κατὰ πάντα. 367 {1Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοισ}1 Μικρᾷ συλλαβῇ τὴν ὑγείαν καὶ σεσωσμένην ὑμῶν δυάδα εἴδομεν ὡς κατ' ὀφθαλμοὺς καὶ χαίρομεν ὅτι ζῆτε ἐν Κυρίῳ κἂν θλιπτικῶς (πῶς γὰρ οὔ;) τῷ διωγμῷ. ἀλλ' ἡ ἐλπὶς κουφιζέτω τὰ λυποῦντα· οὐδεὶς χαίρων τὴν τοῦ κόσμου χαρὰν χαρήσεται εἰς οὐρανοὺς καὶ οὐδεὶς θλιβόμενος διὰ Κύριον ἔνθεν ἀποτεύξεται τῆς αἰωνίου ἀγαλλιάσεως. στερεοῦτε ἑαυτούς, παρακαλεῖτε, συμφράττεσθε, γνωσιματίζεσθε, ὡς ἂν ἔργῳ καὶ λόγῳ δοῦλοι θεοῦ χρηματίζοιτε, τῆς τοῦ θεολέκτου μακαρισμοῦ καταξιούμενοι. Ἀεὶ γράφετε, ἵνα καὶ ἀεὶ δέχησθε ἐπιστολῇ ἐπιστολήν. προσεύχεσθε καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εἰς τὸ σῴζεσθαι. 368 {1Συμεὼν τέκνῳ}1 Ἐπειδὴ ἀνέγνων σου τὴν ἐπιστολὴν καὶ κατέμαθον ὅπου καθέζῃ καὶ ὅπως καὶ μεθ' ὅσους καὶ οἵους ἀδελφούς σου, τέκνον ἠγαπημένον, πάνυ ἀνεπάην ὁ ταπεινὸς καὶ εὐλόγησα ἀμφοτέρους καὶ πρό γε τῶν ἄλλων σέ, τὸν καλῶς προηγούμενον καὶ ἐξ ἀγαθῆς καταστάσεως ὑφ' ἑαυτὸν ἑλόντα καὶ τοὺς λοιπούς. τοιγαροῦν φυλαχθείητέ μοι ἐπὶ τὸ αὐτό, συζῶντες ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ καὶ τὸν τοῦ διωγμοῦ καιρὸν