1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

217

Νικήτας ὁ ἀπὸ Σκλάβων εὐνοῦχος πατριάρχης Κωνσταντινουπόλεως. καὶ τῇ δευτέρᾳ κυριακῇ τῶν νηστειῶν Παῦλος ὁ τίμιος, ἀναγνώστης ὑπάρχων, Κύπριος τῷ γένει, λόγῳ καὶ πράξει διαλάμπων, μετὰ πολλὴν παραίτησιν διὰ τὴν κρατοῦσαν αἵρεσιν βίᾳ πολλῇ χειροτονεῖται πατριάρχης Κωνσταντινουπόλεως. τῇ δὲ μέσῃ ἑβδομάδι τῶν νηστειῶν ἐκρατήθη Ἰάκωβος πρωτοσπαθάριος καὶ Παπίας καὶ Στρατήγιος καὶ Θεοφάνης οἱ κουβικουλάριοι καὶ παρακοιμώμενοι, Λέων τε καὶ Θωμᾶς, κουβικουλάριοι καὶ οὗτοι, σὺν καὶ ἑτέροις εὐλαβέσιν ἀνδράσιν ὡς προσκυνοῦντες τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας. τότε ἀπογυμνώσας τὴν ἑαυτοῦ ἐγκεκρυμμένην κακίαν Λέων, ὁ τοῦ διώκτου υἱός, τούτους ἀνηλεῶς δείρας τε καὶ κουρεύσας διὰ τῆς Μέσης τε δεδεμένους πομπεῦσαι ποιήσας εἰς τὸ πραιτώριον ἀπέκλεισεν, ἐν οἷς καὶ ἀποθνήσκει ὁ προρρηθεὶς Θεοφάνης ὁμολογητὴς γενόμενος καὶ τὸν στέφανον τοῦ μαρτυρίου κομισάμενος· οἱ δὲ λοιποὶ πάντες μετὰ τὴν τούτου τελευτὴν δόκιμοι μοναχοὶ ἀνεδείχθησαν. ὁ δὲ Ἀαρὼν εἰσελθὼν εἰς τὸ τῶν Ἀρμενιάκων θέμα παρεκάθισε τὸ Σημαλοῦος κάστρον ὅλον τὸ θέρος καὶ τῷ Σεπτεμβρίῳ μηνὶ παρέλαβεν αὐτὸ ὑπὸ λόγον. ἦν δὲ πέμψας τὸν Θουμάμαν ἐπὶ Ἀσίαν μετὰ νʹ χιλιάδων, καὶ συναντήσας Μιχαὴλ ὁ Λαχανοδράκων κούρσῳ αὐτοῦ μικρῷ ἐπολέμησεν αὐτὸ καὶ ἔκτεινε τὸν ἀδελφὸν τοῦ Θουμάμα. τῇ δὲ ηʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς δʹ ἰνδικτιῶνος τέθνηκε Λέων, ὁ υἱὸς Κωνσταντίνου, τρόπῳ τοιούτῳ. λιθομανὴς ὑπάρχων λίαν ἠράσθη τοῦ στέμματος τῆς μεγάλης ἐκκλησίας καὶ λαβὼν ἐφόρεσεν αὐτό. καὶ ἐξῆλθον ἄνθρακες ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ληφθεὶς σφοδρῷ πυρετῷ τέθνηκε βασιλεύσας παρὰ ἓξ ἡμέρας ἔτη πέντε.

454 Κόσμου ἔτη σογʹ. Τῆς θείας σαρκώσεως ἔτη ψογʹ. Ῥωμαίων βασιλεὺς

Κωνσταντῖνος σὺν τῇ μητρὶ αὐτοῦ ἔτη ιʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μαδὶ ἔτη θʹ. ʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη εʹ. βʹ. Τούτῳ τῷ ἔτει Εἰρήνη ἡ εὐσεβεστάτη ἅμα τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ παραδόξως θεόθεν τὴν βασιλείαν ἐγχειρίζεται μηνὶ Σεπτεμβρίῳ ηʹ, ἰνδικτιῶνος δʹ, ὡς ἂν θαυμαστωθῇ ὁ θεὸς καὶ ἐν τούτῳ διὰ γυναικὸς χήρας καὶ παιδὸς ὀρφανοῦ μέλλων καθαίρειν τὴν ἄμετρον κατ' αὐτοῦ καὶ τῶν αὐτοῦ θεραπόντων δυσσέβειαν καὶ πασῶν τῶν ἐκκλησιῶν τυραννίδα τοῦ θεομάχου Κωνσταντίνου, ὡς πάλαι τοῦ διαβόλου τῇ ἀσθενείᾳ τῶν ἁλιέων καὶ ἀγραμμάτων. μετὰ δὲ μʹ ἡμέρας τοῦ κρατῆσαι αὐτήν, τοῦ υἱοῦ αὐτῆς δεκαετοῦς ὑπάρχοντος, συμβούλιον ποιήσαντές τινες τῶν ἐν τέλει ἠθέλησαν ἐξαγαγεῖν Νικηφόρον, τὸν ἀπὸ καισάρων, καὶ στῆσαι εἰς βασιλέα. διαγνωσθείσης δὲ τῆς ὑποθέσεως, ἐκρατήθησαν Γρηγόριος, ὁ λογοθέτης τοῦ δρόμου, καὶ Βάρδας, ὅ ποτε στρατηγὸς τῶν Ἀρμενιάκων, Κωνσταντῖνός τε, ὁ τοῦ βικαρίου σπαθάριος καὶ δομέστικος τῶν ἐκσκουβιτόρων, καὶ Θεοφύλακτος, ὁ τοῦ Ῥαγγαβέ, δρουγγάριος τῆς ∆ωδεκανήσου, καὶ πολλοὶ ἕτεροι· οὓς δείρασα καὶ κουρεύσασα ἐξώρισεν εἰς διαφόρους τόπους. τοὺς δὲ ἀνδραδέλφους αὐτῆς καίσαράς τε καὶ νοβελισίμους ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκεν ἐν τῇ ἑορτῇ τῆς Χριστοῦ γεννήσεως, ἐν ᾗ καὶ προελθοῦσα βασιλικῶς δημοσίᾳ σὺν τῷ παιδὶ προσήνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς ἀρθὲν στέμμα ἐπικαλλωπισθὲν διὰ μαργαριτῶν. προεβάλετο δὲ Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν ἐν Σικελίᾳ, ὡς καὶ προστρατηγήσαντα τῶν ἐκεῖσε, καὶ ἀπέλυσε τῷ Φεβρουαρίῳ μηνί. ἐν δὲ τῷ Ἀπριλλίῳ μηνὶ ιεʹ διεβλήθη ὁ αὐτὸς Ἐλπίδιος, ὡς τὰ τῶν καισάρων φρονῶν, καὶ ἀποστείλασα Θεόφιλον τὸν σπαθάριον παρήγγειλεν, ἵνα συντόμως ἁρπάσῃ καὶ φέρῃ αὐτόν. τοῦ δὲ ἀπελθόντος οὐκ ἀπέδωκαν αὐτὸν οἱ Σικελοί. ἡ δὲ τὴν τούτου γυναῖκα δείρασα 455 καὶ κουρεύσασα σὺν τοῖς υἱοῖς τῷ πραιτωρίῳ παρέπεμψε φυλάττεσθαι. τῷ δὲ Ἰουνίῳ μηνὶ ἀπέστειλε πάντα τὰ περατικὰ θέματα εἰς τὰς κλεισούρας