ἀρέσκει τισὶ δι' ἑνὸς ˉν ἐκφέρεσθαι τὸ ἔνατος, κἂν ἀπὸ τοῦ ἐννέαγίνεται, διὰ τοῦτο δεῆσαν μηκυνθῆναι τὴν ἄρχουσαν φύσει μακρὰν ἐποίησεναὐτὴν δι' ἐπενθέσεως τοῦ ˉι καὶ οὐκ ἐδίπλασε τὸ ˉν, ἵνα μὴ δοκοίη ἐκ πρωτοτυπίας ἔχειν τὴν ἔκτασιν. καὶ οὕτω μὲν ταῦτα κατά τινας. δύναται δὲ καὶ ἄλλωςτὸ εἴνατος γενέσθαι ἀπὸ τοῦ ἐννέα ἔννατος τροπῇ τοῦ ˉν εἰς ˉι γλώσσῃ Σικελῶν,κατὰ τὸ ἐννεάνυχες εἰνάνυχες, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. [Ἰστέονδὲ ὅτι, καθὰ τὸ τέτταρα καὶ τὸ ἐννέα κινηθέντα ἥπλωσε τὴν διπλόην τοῦ ταῦκαὶ τοῦ νῦ, οὕτω καὶ τὸ μᾶλλον ἐξέβαλε τὸ ἓν λάμβδα ἐν τῷ μάλιστα.] Ἐνιαυτὸςδὲ περιτροπέων ὁ ἤδη ταῖς τροπαῖς ταῖς κατ' αὐτὸν συμπληρούμενος καί, ὡςεἰπεῖν, μέλλων τελειοῦσθαι. [Ὅρα δὲ ὡς τὸ μὲν ἁπλοῦν τρωπῶ μεγεθύνεται, τὸδὲ περιτροπέω συστέλλει τὴν ˉτˉρˉο συλλαβὴν ὡς σύνθετον, καθὰ καὶ τὸ παλιντροπάασθαι.] (ῃ. 296) Τὸ δὲ μιμνόντεσσιν ὀνειδισμὸν ἔχει ἀργίας καὶ δηλοῖ τὸ ἀπράκτους καθῆσθαι· ἄλλως γὰρ ἠδύνατο εἰπεῖν μαρναμένοισιν, ὥς φασιν οἱπαλαιοί. [Ὅρα δὲ κἀνταῦθα ὡς πρὸς βίαν μέτρου στρέφει διαλέκτοις τὴνγλῶτταν ὁ ποιητής· ἀνωτέρω μὲν γὰρ ἕνα μῆνα μένων ἔφη κοινῶς, ἐνταῦθα δὲμιμνόντεσσιν εἶπεν Ἰωνικῶς ἀντὶ τοῦ μένουσι.] Τὸ δὲ νεμεσίζομαι δηλοῖ μὲν τὸδικαίως μέμφομαι· εὕρηται δὲ ἐν τοῖς ἑξῆς καὶ νεμεσῶμαι, ὥστε διφορεῖται καὶαὐτό, καθὰ καὶ τὸ προκαλῶ, προκαλίζω, καὶ [ἕτερα μυρία, ἐν οἷς καὶ τὸ σέβω,σεβίζω.] (ῃ. 298) Τὸ δέ «κενεόν τε νέεσθαι» πολλὰς ὑποβάλλει ἐννοίας. λέγειγὰρ ὅτι αἰσχρόν ἐστι κενόν τινα ὑποχωρῆσαι, ἤγουν μὴ πράξαντα τὸ τέλος, οὗἕνεκα ἦλθε, μηδὲ ἐκτετελεκότα, ὅπερ ὑπέσχετο, μηδὲ ἔχοντα λάφυρα, ἵνα ὁ μὲνφιλότιμος αἰσχρὸν ἡγήσηται ἄπρακτος ὑποχωρῆσαι, ὁ δὲ ἀληθὴς αἰδέσηται μὴἐκτελέσαι ὑπόσχεσιν ἥνπερ ὑπέστη, ὁ δὲ φιλοχρήματος καὶ φιλοκερδὴς αἰσχυνθείη λαφύρων δίχα ἐπανελθεῖν, ἅπερ εἰς δέλεαρ τῷ κερδαλέῳ ὑποβέβληται. Πλεονασμὸς δέ ἐστι τοῦ ˉε ἐν τῷ κενεός· ὡς γὰρ κουλός κουλεός, οὕτω κενόςκενεός. καὶ τὸ ἀσχαλάᾳ δὲ πλεονασμὸν ἔχει τοῦ ˉα, ὡς καὶ τὸ ὁράᾳ. δῆλον δὲ 1.341 ὅτι ἐν τοῖς τοιούτοις καὶ τὸ ˉο ἔστιν οὗ πλεονάζει· εὕρηται γὰρ καὶ ὁρόων ὁβλέπων καὶ ἀσχαλόων ὁ λυπούμενος. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν τῇ αʹῥαψῳδίᾳ. [∆ῆλον δὲ ὅτι τε τοῦ ἀσχαλάαν προϋπάρχει ῥῆμα βαρύτονον τὸἀσχάλλειν, ὅ ἐστιν ἄχους ἅλις ἔχειν, καθὰ καὶ τοῦ μηνιᾶν τὸ μηνίειν καὶ τοῦπιεζεῖν τὸ πιέζειν, καὶ ὅτι ἐκ τοῦ κενεός γίνεται ὁ κενεὼν καὶ ὅτι κατὰ τὸ κενόςκενεός, οὕτω καὶ θός θεός καὶ ἕτερα πολλά.] (ῃ. 299-332) Ὅτι μετὰ τὸνβασιλέα στρέφων, ὡς προείρηται, τοὺς λόγους εἰς τὸν δῆμον ὁ Ὀδυσσεὺς καὶδυσωπῶν οἷον αὐτοὺς καὶ καταμαλάττων λόγοις ἐπὶ πλέον καὶ ἐλπίδα ὑποτείνωντοῦ ἁλώσεσθαι ἂν τὴν Τροίαν «τλῆτε φίλοι», φησί, «καὶ μείνατ' ἐπὶ χρόνον, ὄφραδαῶμεν, εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἠὲ καὶ οὐκί». ποῖος Κάλχας; ὃν δηλαδὴοὐκ ἔστι ψεύσασθαι. εἶτα ἀναμιμνήσκει καὶ ὅπως χθὲς καὶ πρωϊζά, ὅτε ἐς Αὐλίδα αἱ νῆες τῶν Ἀχαιῶν ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, «ἡμεῖς», φησίν, «ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς ἔρδομεν», ἤγουν ἐθύομεν,»τεληέσσας ἑκατόμβας καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν», ἢ ὅθι, «ῥέεν ἀγλαὸν ὕδωρ.ἔνθ' ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινός, σμερδαλέος, ὃς βωμοῦὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπιατέκνα, ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτηἦν, ἣ τέκε τέκνα· ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· μήτηρ δ'ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τὴν δ' ἐλελιξάμενος πτερύγος λάβενἀμφιαχυῖαν. αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν, τὸν μὲν ἀρίζηλον ἔθηκε θεός, ὅσπερ ἔφηνε. λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς. ἡμεῖς δ'ἑσταότες θαυμάζομεν, οἷα ἐτύχθη δεινὰ πέλωρα. Κάλχας δὲ θεοπροπέωνἀγόρευεν», ὅτι «ἡμῖν τόδ' ἔφηνε τέρας μέγα θεός, ὄψιμον, ὀψιτέλεστον, ὅου κλέοςοὔ ποτ' ὀλεῖται. ὡς οὗτος κατὰ τέκν' ἔφαγε στρουθοῖο