218
συμφερόντων νύκτωρ 2.68 πονῶν καὶ μεθ' ἡμέραν, μήτε χρημάτων· ἦν γὰρ δὴ ὁ μέγας δομέστικος οὐ μόνον πρὸς τῶν τριήρεων τὴν δαπάνην χρήματα ἀναλωκὼς πολλὰ ἐκ τῶν ἰδίων, ἀλλὰ καὶ ἐν πολλοῖς ἑτέροις, ἃ συνοίσειν ἔμελλε πᾶσι κοινῇ, φιλοτίμως ἄγαν καὶ δαψιλῶς καταναλίσκων μετὰ τὴν βασιλέως τελευτήν· παρῄνει τε, μὴ οὕτω ποιεῖν, ὡς οὐκ ἐξαρκέσοντα πρὸς τοὺς πόνους ἐπιπολὺ, ἀλλ' ἑαυτοῦ τε πρόνοιαν ποιεῖσθαι καὶ χρημάτων φείδεσθαι, χρώμενον τοῖς δημοσίοις. ὁ δ' ἔφασκε μᾶλλον ἥδεσθαι πονῶν αὐτὸς ὑπὲρ τῶν κοινῇ λυσιτελούντων, ἢ ἕτεροι πρὸς ἀνέσεις τετραμμένοι καὶ ἡδονάς. τό, τε χρήματα καταναλίσκειν οὐ ζημίαν, ἀλλὰ πάντων κερδῶν ἡγεῖσθαι χαριέστερον, ἄχρις ἂν, καὶ τοῦ θεοῦ συναιρομένου, τὴν Ῥωμαίων ἡγεμονίαν ἐπὶ μέγα ἴδοι αἰρομένην καὶ πάντων κρατοῦσαν πολεμίων. ἐλπίζειν δὲ μετὰ μικρὸν, εἰ μή τι κώλυμα συμβαίη, τοσαῦτα Ῥωμαίοις ὠφελήσειν, ὅσα καὶ αὐτὴν ὁρῶσαν, θεῷ χάριτας ὁμολογεῖν τῷ συνεργῷ τῶν καλῶν. οὐ μικρὰ γάρ τινα διανοεῖσθαι παρασκευάσειν τοῦ χειμῶνος, ὡς ἅμα ἦρι πολλοὺς τῶν πρότερον κατὰ Ῥωμαίων θρασυνομένων ὑποφόρους καὶ δουλείαν ὁμολογοῦντας βασιλεῖ Ῥωμαίων ἀποδείξων. καὶ τοιαῦτα ἕτερα πολλὰ προσεπειπὼν, ὅσα τε αὐτὸς διενοεῖτο πράττειν καὶ βασιλίδα ᾔδει ἀκούουσαν πρὸς ἡδονὴν, καὶ τελευταῖον συνταξάμενος, ἐξῄει Βυζαντίου ἅμα στρατιᾷ καὶ τῶν εὐπατριδῶν πολλοῖς, τὴν μητέρα καταλιπὼν 2.69 ἐκεῖ, ὡς παραμυθίαν οὐ μικρὰν ἐσομένην βασιλίδι πρὸς τὰς συμφοράς. ιʹ. Ἐπεὶ δὲ γένοιτο πρὸς ∆ιδυμοτείχῳ, προὔργου μὲν ἐποιεῖτο παντὸς, τοὺς κατὰ τὰς τῆς Θρᾴκης πόλεις κατοικοῦντας συγκλητικοὺς καὶ τὴν στρατιὰν ἀπροφασίστους ποιεῖν περὶ τὰς στρατείας, ὥσπερ δὴ καὶ Βυζαντίους· καὶ ἐποίησεν ὀλίγων εἴσω ἡμερῶν. ἔπειτα πυθόμενος, ὡς ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος στρατιὰν ἔχων, ἐστρατοπέδευσεν ἐν Στίλβνῳ Μυσοῖς ὑπηκόῳ πόλει ἐν μεθορίοις τῆς αὐτοῦ τε καὶ Ῥωμαίων ἡγεμονίας ᾠκισμένῃ, ἔγνω δεῖν πρεσβείαν πέμπειν πρὸς αὐτόν. καὶ πέμψας, ἐν Ἀδριανουπόλει τε ἐδήλου διατρίβειν καὶ μαθεῖν ἐθέλειν, εἰ ὁ πόλεμος αὐτῷ μᾶλλον αἱρετέος, ἢ εἰρήνη. τὴν γὰρ προθεσμίαν, ἣν τοῖς ἐκείνου πρέσβεσι παρέσχετο αὐτὸς ἐν Βυζαντίῳ γενομένοις, περὶ ἔξοδον ἤδη εἶναι. Ἀλέξανδρος δὲ ὁρῶν οὐ κατεπτηχότας, ὥσπερ ᾤετο, Ῥωμαίους, ἀλλ' ἑτοίμους ὄντας ἀμύνεσθαι τοὺς αἱρουμένους ἀδικεῖν, καὶ μήτε ταῖς διὰ τῶν πρέσβεων ἀπειλαῖς, μήτ' αὐτοῦ τῇ πρὸς τὸν πόλεμον παρασκευῇ δυνάμενος πείθειν, τὰ κατὰ γνώμην αὐτῷ ποιεῖν, πρὸς πόλεμον χωρεῖν ἀλυσιτελὲς οἰόμενος αὐτῷ, ἐχώρει πρὸς συμβάσεις. καὶ τῶν προτέρων αὖθις σπονδῶν καὶ ὅρκων ἀνανεωθέντων, Ἀλέξανδρος μὲν εἰς Τρίνοβον τὰ οἰκεῖα βασίλεια ἐπανεζεύγνυε· δομέστικος δὲ ὁ μέγας εἰς Χεῤῥόνησον μετὰ τῆς στρατιᾶς ἐχώρει, πεπυσμένος στρατιὰν Περσῶν πεζὴν μέλλουσαν εἰς Χεῤ 2.70 ῥόνησον ἐμβάλλειν ἐκ Περγάμου ἀφιγμένην, ἧς Γιαξὴς σατράπης ἦν. ἅμα δὲ τῷ Ῥωμαίους εἰς Χεῤῥόνησον ἀφικέσθαι, καὶ ἡ στρατιὰ Περσῶν παρῆν. καὶ γενομένης μάχης, οὐδὲ πρὸς ὀλίγον ἴσχυσαν οἱ Πέρσαι Ῥωμαίοις ἀντιστῆναι, ἀλλ' ἡττηθέντες κατὰ κράτος, οἱ μὲν ἔπεσον κατὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν· ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν, ἐμβάντες ταῖς ναυσὶν, ἀπέπλεον ἐπ' οἴκου. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐκ τῆς αὐτῆς χώρας καὶ δευτέρα στρατιὰ ἐπεραιοῦτο, ὡς τὴν προτέραν ἧτταν ἀναμαχεσόμενοι. συμβαλόντες δὲ καὶ τούτοις οἱ Ῥωμαῖοι, ἐνίκησάν τε καὶ ἀπέκτειναν τοὺς πλείους. ἐπεὶ δὲ Γιαξὴς δὶς ἐπλήγη ἐφεξῆς καὶ πολλὴν καὶ ἀγαθὴν ἀπώλεσε στρατιὰν, ἀπογνοὺς τὸ Ῥωμαίοις πολεμεῖν, ἐχώρει πρὸς συμβάσεις. καὶ ἐτίθετο πρὸς αὐτὸν ὁ μέγας δομέστικος σπονδὰς εἰρηνικάς. ἐπεὶ δὲ ἀπετρίψατο τὴν ἐκ τῶν Περσῶν προσδοκωμένην βλάβην, αὖθις εἰς ∆ιδυμότειχον ἐπανελθὼν, παρεσκευάζετο πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν καὶ τὴν στρατιὰν ἀποκαθίστη, ἣ ἔμελλε συνέψεσθαι αὐτῷ. τούτων δὲ πραττομένων ὑπ' αὐτοῦ, ὁ παρακοιμώμενος Ἀπόκαυκος νεωτέρων πραγμάτων ἐπιθυμῶν καὶ τρόπῳ παντὶ πειρώμενος μετάγειν εἰς ἑαυτὸν τῶν πραγμάτων τὴν ἀρχὴν, ἐσκέψατο, ἐπεὶ τοῦ κατὰ Περσῶν αὐτὸς