218
ενδειαν γὰρ τῶν τροφῶν εἰσπηδῶντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους εχειν, εἰ μὲν ευρισκον, ῃκιζον, εἰ δὲ οὐχ ευρισκον, ὡς κρύψαντας ἐπιμελέστερον ηταζον. ἐποιοῦντο μέντοι τοῦ εχειν τροφὰς η μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οις μὲν γὰρ 2.58 ετι μετῆν ἰσχύος, εχειν ἐδόκουν, οις δ' ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν η κριθῆς, κατακλείσας τὴν οἰκίαν ησθιε· τινὲς δ' ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ ουτω δ' ἐσθίοντες, ομως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. οπου δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν η καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ' ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς· οὐδέ τις ην οικτος η πολιᾶς η νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας, ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς εδρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς επασχέ τις εἰς ἑνὸς αρτου ἐξομολόγησιν, η ινα δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ' εκαστον μὲν ουν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς η καὶ ἀδύνατον, συνελόντα δ' εἰπεῖν, μήτε πόλιν αλλην τοιαῦτα παθεῖν μήτε γένος ετερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον. Τοιαῦτα μὲν ουν επασχον ̓Ιουδαῖοι, Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες τροφῆς ἐνηδρεύοντο, ησαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν ̔Ρωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ 2.59 μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκάστης ἡμέρας η καὶ πλειόνων ἁλισκομένων. ουτε δὲ φυλάττειν αὐτοὺς ουτ' ἀφιέναι εκρινεν ἀσφαλές, καὶ αμα πρὸς τὴν οψιν ἐνδοῦναι τοὺς λοιποὺς ηλπιζεν. οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ελκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οια πάσχουσιν οἱ ̔Ρωμαίοις προσφεύγοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολεμίων καὶ τῶν οἰκείων. Ηδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ' ενδοθεν ̓Ιουδαῖοι τὸ κατὰ τὴν ̓Αντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὑποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. ειτα υλης τὸ ορυγμα πλήσαντες, πῦρ τῇ υλῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς ̔Ρωμαίοις εκπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ ̔Ρωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως ὁρμήσαντες πῦρ κατ' αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων ̔Ρωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αυθις ετερα ἐγείρειν ἐκέλευον, οἱ δὲ χωμάτων ανευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς, καὶ ουτως ελεγον λιμῷ τὴν πόλιν εσεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους· μηδὲ γὰρ οισειν ̓Ιουδαίους τὴν εφοδον. τῷ γε μὴν Τίτῳ τούτων οὐδὲν ηρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ιν' ουτω πᾶσαν ἐμφράξῃ τοῖς ενδον διέξοδον. καὶ τὸ 2.60 εργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ερις ἐμπίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ εργον ἐξῳκοδόμητο. περικλείσας δὲ τῷ τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέτρεψε· διεκληροῦντο δὲ τὸν υπνον οἱ φύλακες. ̓Ιουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ' οικους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς ειδωλα κατὰ